< John 20 >
1 Now on the first day of the week, Maryam Magdelaitha went early, while it was still dark, to the tomb, and saw the stone taken away from the tomb.
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 Therefore she ran and came to Shimon Kipha, and to the other disciple whom Yeshua loved, and said to them, "They have taken away the Lord out of the tomb, and we do not know where they have put him."
τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς καὶ λέγει αὐτοῖς· ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
3 Therefore Kipha and the other disciple went out, and they went toward the tomb.
Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον·
4 They both ran together. The other disciple outran Kipha, and came to the tomb first.
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
5 Stooping and looking in, he saw the linen cloths lying, yet he did not enter in.
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
6 Then Shimon Kipha came, following him, and entered into the tomb. He saw the linen cloths lying,
Ἔρχεται οὖν (καὶ *no*) Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
7 and the cloth that had been on his head, not lying with the linen cloths, but rolled up in a place by itself.
καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
8 So then the other disciple who came first to the tomb also entered in, and he saw and believed.
Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν·
9 For as yet they did not know the Scripture, that he must rise from the dead.
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
10 So the disciples went away again to their own homes.
ἀπῆλθον οὖν πάλιν πρὸς (αὐτοὺς *N(k)O*) οἱ μαθηταί.
11 But Maryam was standing outside at the tomb weeping. So, as she wept, she stooped and looked into the tomb,
Μαρία δὲ εἱστήκει πρὸς (τῷ μνημείῳ *N(k)O*) ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον,
12 and she saw two angels in white sitting, one at the head, and one at the feet, where the body of Yeshua had lain.
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
13 They told her, "Woman, why are you weeping?" She said to them, "Because they have taken away my Lord, and I do not know where they have put him."
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
14 When she had said this, she turned around and saw Yeshua standing, and did not know that it was Yeshua.
(Καὶ *k*) ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι (ὁ *k*) Ἰησοῦς ἐστιν.
15 Yeshua said to her, "Woman, why are you weeping? Who are you looking for?" She, supposing him to be the gardener, said to him, "Sir, if you have carried him away, tell me where you have put him, and I will take him away."
λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ κἀγὼ αὐτὸν ἀρῶ.
16 Yeshua said to her, "Maryam." She turned and said to him in Hebrew, "Rabbuli." which is to say, "Teacher."
λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· (Μαριάμ. *N(k)O*) στραφεῖσα ἐκείνη λέγει αὐτῷ (Ἑβραϊστί· *NO*) ραββουνι, ὃ λέγεται, διδάσκαλε.
17 Yeshua said to her, "Do not touch me, for I have not yet ascended to the Father; but go to my brothers, and tell them, 'I am ascending to my Father and your Father, to my God and your God.'"
λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα (μου. *ko*) πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
18 Maryam Magdelaitha came and told the disciples, "I have seen the lord," and that he had said these things to her.
Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ (ἀγγέλλουσα *N(k)O*) τοῖς μαθηταῖς ὅτι (ἑώρακα *N(K)O*) τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
19 When therefore it was evening, on that day, the first day of the week, and when the doors were locked where the disciples were, for fear of the Jewish leaders, Yeshua came and stood in the midst, and said to them, "Peace be to you."
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ (τῶν *k*) σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ (συνηγμένοι *K*) διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
20 When he had said this, he showed them his hands and his side. The disciples therefore were glad when they saw the Lord.
καὶ τοῦτο εἰπὼν ἔδειξεν (καὶ *O*) τὰς χεῖρας καὶ τὴν πλευρὰν (αὐτοῦ *k*) αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
21 Yeshua therefore said to them again, "Peace be to you. As the Father has sent me, even so I send you."
Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατὴρ κἀγὼ κἀγὼ πέμπω ὑμᾶς.
22 When he had said this, he breathed on them, and said to them, "Receive the Rukha d'Qudsha.
καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον.
23 Whoever's sins you forgive, they are forgiven them. Whoever's sins you retain, they have been retained."
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, (ἀφέωνται *N(k)O*) αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
24 But Tama, one of the twelve, called the Twin, was not with them when Yeshua came.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν (ὁ *k*) Ἰησοῦς.
25 The other disciples therefore said to him, "We have seen the Lord." But he said to them, "Unless I see in his hands the mark of the nails, and put my finger into the mark of the nails, and put my hand into his side, I will not believe."
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 After eight days again his disciples were inside, and Tama was with them. Yeshua came, the doors being locked, and stood in the midst, and said, "Peace be to you."
Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.
27 Then he said to Tama, "Put your finger here, and observe my hands. Reach out your hand, and put it into my side; and do not be unbelieving, but believing."
εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
28 Tama answered and said to him, "My Lord and my God."
(Καὶ *k*) ἀπεκρίθη (ὁ *k*) Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ κύριός μου καὶ ὁ θεός μου.
29 Yeshua said to him, "Because you have seen me, you have believed. Blessed are those who have not seen, and have believed."
λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με (Θωμᾷ *k*) πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
30 Therefore Yeshua did many other signs in the presence of his disciples, which are not written in this book;
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
31 but these are written, that you may believe that Yeshua is the Meshikha, the Son of God, and that believing you may have life in his name.
ταῦτα δὲ γέγραπται ἵνα (πιστεύσητε *NK(o)*) ὅτι (ὁ *k*) Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.