< Revelation 13 >

1 Then I saw rising up out of the sea a beast who had ten horns and seven heads. On his horns he had ten diadems, and on his heads blasphemous titles.
Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδονf ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας.
2 The beast I saw was like a leopard, and his feet were bear’s feet, and his mouth a lion’s mouth. The dragon gave him his power and his throne and great authority.
Καὶ τὸ θηρίον, ὃ εἶδον, ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.
3 And I saw that one of his heads seemed to have been mortally wounded, but its deadly wound had been healed. The whole earth was following the beast, wondering.
Καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡσεὶ ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου·
4 Men worshiped the dragon because he gave his authority to the beast; and they worshiped the beast, saying. "Who is like the beast? Who can fight with him?"
καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ; Τίς δυνατὸς πολεμῆσαι μετ᾽ αὐτοῦ;
5 And he was permitted to utter loud boasts and blasphemies; and there was given to him authority to continue forty-two months.
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
6 So he opened his mouth in blasphemy against God, to blaspheme his name and his tabernacle (those who live in his tabernacle in heaven).
Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7 The beast was allowed to wage war upon the saints, and to conquer them; and there was given him authority over every tribe and people and tongue and nation;
Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8 and each one whose name has not been written in the Lamb’s book of life, the Lamb who has been slain from the foundation of the world. All who dwell on the earth shall worship him.
Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὔτε γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9 Let him who has ears to hear, listen.
Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10 Whoever is destined to go into captivity, goes into captivity. Whoever shall kill with the sword, shall surely be killed by the sword. (Here is the endurance and faith of the saints.)
Εἴ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ, δεῖ αὐτὸν ἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 And I saw another beast ascending from the land; and he had two horns like a lamb, but he spoke like a dragon;
Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12 and he exerts the full authority of the first beast before him, and he makes the earth and its inhabitants worship the first beast whose death-stroke was healed.
Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ἐποίει τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 And he performs great miracles, so that he even causes fire to come down to the earth from the sky, before men’s eyes.
Καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 And he deceives those who dwell on the earth, because of the miracles, which he is permitted to perform in the sight of the beast. He tells those who live on the earth to make an image to the beast who had the sword-stroke, yet lived.
Καὶ πλανᾷ τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ εἶχε πληγὴν καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.
15 And he was permitted to give breath to the image of the beast, so that the image of the beast should speak; and so that any one who would not worship the image of the beast should be put to death.
Καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἀποκτανθῶσι.
16 And he makes all men, low and high, rich and poor, freemen and slaves, to have a brand put upon their right hands or upon their brows,
Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν,
17 so that no one can buy or sell unless he has the brand of the beast, or the number of his name.
καὶ ἵνα μή τις δύναται ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 Here is wisdom. Let him who has understanding count the number of the beast; for it is the number of a man; and his number is 666.
Ὧδε ἡ σοφία ἐστίν. Ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν. Ὁ ἀριθμὸς αὐτοῦ ἑξακόσια ἑξήκοντα ἕξ.

< Revelation 13 >