< Acts 19 >
1 Now it happened that while Apollos was in Corinth, Paul, after passing through the hinterland, came to Ephesus, where he found a few disciples.
Ἐγένετο δὲ ἐν τῷ, τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, κατελθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
2 "Did you receive the Holy Spirit when you believed?" he asked them. "No" said they, "we did not even hear that there is a Holy Spirit."
εἶπέν τε πρὸς αὐτούς, “Εἰ ˚Πνεῦμα Ἅγιον ἐλάβετε, πιστεύσαντες;” Οἱ δὲ πρὸς αὐτόν, “Ἀλλʼ οὐδʼ εἰ ˚Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν.”
3 "Into what, then, were you baptized?" he asked. And they said, "Into the baptism of John."
Εἶπέν τε, “Εἰς τί οὖν ἐβαπτίσθητε;” Οἱ δὲ εἶπαν, “Εἰς τὸ Ἰωάννου βάπτισμα.”
4 "John indeed baptized with the baptism of repentance," answered Paul, "telling the people to believe on One who was coming after him, namely, on Jesus."
Εἶπεν δὲ Παῦλος, “Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν τοῦτʼ ἔστιν εἰς τὸν ˚Ἰησοῦν.”
5 When they heard this they were baptized into the name of the Lord Jesus;
Ἀκούσαντες δὲ, ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
6 and after Paul had laid his hands on them, the Holy Spirit came upon them, and they began to speak with tongues, and to prophesy.
Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας, ἦλθε τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
7 They were in all about twelve men.
Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
8 Then Paul went into the synagogue, and there continued to preach fearlessly for about three months, reasoning and persuading them about the kingdom of God.
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.
9 But when some grew hardened and disobedient, and spoke evil of the Way before the crowd, he left them, withdrew the disciples, and continued to hold discussions daily in the lecture-hall of Tyrannus.
Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
10 This went on for two years, so that all the inhabitants of Asia heard the Lord’s message, Jews as well as Greeks.
Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ˚Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
11 God also wrought extraordinary miracles by the hand of Paul;
Δυνάμεις τε οὐ τὰς τυχούσας, ὁ ˚Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
12 so much so, that handkerchiefs or aprons were carried away from his body to the sick; and their diseases departed from them, and the evil spirits went out.
ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
13 But there were also some strolling Jewish exorcists, who took it upon them to invoke the name of Jesus over those who had evil spirits, saying, "I adjure you by that Jesus whom Paul preaches."
Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ λέγοντες, “Ὁρκίζω ὑμᾶς, τὸν ˚Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.”
14 There were seven sons of one Sceva, a Jewish high priest who used to do this.
Ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.
15 But the evil spirit answered, "Jesus I know, and Paul I have heard of, but who are you?"
Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, “Τὸν ˚Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;”
16 And the man in whom the evil spirit was sprang on two of them, overpowered them and prevailed against them, so that they fled out of the house naked and wounded.
Καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, κατακυριεύσας ἀμφοτέρων, ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17 And this became known to all the people of Ephesus, both Jews and Greeks. Awe fell on them all, and the name of the Lord Jesus began to be held in honor.
Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν, Ἰουδαίοις τε καὶ Ἕλλησιν, τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
18 Many also of those who became believers used to come to confess and to declare their deeds.
Πολλοί τε τῶν πεπιστευκότων, ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
19 And some of them who had practised magic arts, collected their books, and burned them in the presence of all. And they counted the price of them, and found it to be fifty thousand silver coins.
Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων. Καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
20 So mightily the word of the Lord continued to grow and to prevail.
Οὕτως κατὰ κράτος τοῦ ˚Κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
21 Now after these things were ended, Paul resolved in his spirit to travel through Macedonia and Achaia on his way to Jerusalem. "After I get there," he said, "I must see Rome, too."
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ ˚Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα εἰπὼν, ὅτι “Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.”
22 So he sent two of his assistants, Timothy and Erastus, into Macedonia, while he himself kept back for a time on his way into Asia.
Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν, δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
23 Now just at this time, there arose no small commotion concerning the Way.
Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον, τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
24 There was a man named Demetrius, a silversmith, who made silver shrines of Diana, and brought rich profit to his workmen.
Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,
25 He gathered them together with others of like occupation, and said. "Men, you know that by this business we make our money.
οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, “Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν.
26 "And you see and hear that not only in Ephesus, but almost throughout all of Asia, this fellow Paul has persuaded and turned away many people, by telling them that they are no gods at all who are made with hands.
Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας, μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ, οἱ διὰ χειρῶν γινόμενοι.
27 "So there is danger not only that our trade come into disrepute, but also that the temple of the great goddess Diana will be brought into disrepute, and that she herself may even be deposed from her magnificence, she whom all Asia and the world now worships."
Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν, τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν, εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.”
28 After listening to this they were filled with rage, and cried out again and again, saying,
Ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.”
29 The city was filled with commotion. They rushed like one man into the theater, dragging with them Gaius and Aristarchus, Macedonians, Paul’s companions in travel.
Καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
30 When Paul wanted to go in to the people, the disciples would not let him,
Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί.
31 and some of the Asiarchs, too, who were his friends, sent word to him repeatedly, entreating him not to venture into the theater.
Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
32 Now some were shouting one thing, some another, for the assembly was in an uproar, and the majority had no idea why they were come together.
Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
33 And they brought Alexander out of the crowd, whom the Jews had pushed forward. And Alexander, motioning with his hand, would have made a defense to the people,
Ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34 but when they saw that he was a Jew they all, with one voice, for about two hours, shouted,
Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων!”
35 At length the recorder got them quiet. "Men of Ephesus," he said, "who here does not know that the city of the Ephesians is temple- guardian of the great Diana and of the image which fell down from Jupiter?
Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, “Ἄνδρες, Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
36 "Since these facts cannot be gainsaid, you ought to be calm and do nothing reckless.
Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν.
37 "For you have brought these men here, who are neither robbers of temples nor blasphemers of our goddess.
Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.
38 If then Demetrius and his craftsmen have a grievance against any one, the courts are open and there are the proconsuls; let them accuse one another.
Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
39 But if you desire anything further, it must be settled in the regular assembly.
Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40 For indeed we are in danger of being accused in regard to this day’s riot, since there is no cause for it, nor shall we be able to give account for this disorderly gathering."
Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης.”
41 With these words he dismissed the assembly.
Καὶ ταῦτα εἰπὼν, ἀπέλυσεν τὴν ἐκκλησίαν.