< Jude 1 >
1 Jude, a servant of Jesus Christ, and brother of James, to them who are sanctified by God the Father, and to the preserved by Jesus Christ, to the called:
Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ (ἠγαπημένοις *N(K)O*) καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
2 May mercy, and peace, and love, be multiplied to you.
ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3 Beloved, making all haste to write to you, concerning the common salvation, I thought it necessary to write to you, exhorting you to contend earnestly for the faith formerly delivered to the saints.
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς (ἡμῶν *NO*) σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4 For certain men have come in privily, who long ago were before written to this very condemnation; ungodly men, perverting the favor of our God to lasciviousness, and denying the only sovereign Lord, even our Lord Jesus Christ.
παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην (θεόν *K*) καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5 I will therefore put you in remembrance, though you formerly knew this, that the Lord, having saved the people out of the land of Egypt, afterward destroyed them who did not believe.
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς (πάντα, *N(K)O*) ὅτι (ὁ *NK*) (κύριος *NK(O)*) ἅπαξ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
6 Also, the angels who kept not their first estate, but left their proper habitation, he has reserved in everlasting chains, under darkness, to the judgment of the great day. (aïdios )
ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλ᾽ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· (aïdios )
7 Likewise Sodom and Gomorrah, and the cities around them, which, after their example, had habitually committed uncleanness, and gone after other flesh, are set forth an example, suffering the punishment of an eternal fire. (aiōnios )
ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. (aiōnios )
8 Truly, in like manner, also, shall these dreamers be punished--who, indeed, defile the flesh, despise authority, and blaspheme dignities.
ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
9 Whereas, Michael, the Arch Angel, when contending with the devil, (he disputed about the body of Moses, ) did not attempt to bring against him a reviling accusation, but said, "The Lord rebuke":
ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλ᾽ εἶπεν· ἐπιτιμήσαι σοι κύριος.
10 but these, indeed, revile those things which they do not know; but what things they do know, naturally, as animals void of reason, by these things they destroy themselves.
οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11 Alas for them! for they have gone in the way of Cain, and have run evidently in the error of Balaam's hire, and have perished in the rebellion of Korah.
οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
12 These men are spots in love feasts, when they feast with you, feeding themselves without fear. They are clouds without water, carried about of winds: withered autumnal trees without fruit; twice dead; rooted out;
Οὗτοί εἰσιν (οἱ *no*) ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων (παραφερόμεναι, *N(k)O*) δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·
13 raging waves of the sea, foaming out their own shame; wandering stars, for whom the blackness of darkness for ever is reserved. (aiōn )
κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς (τὸν *k*) αἰῶνα τετήρηται. (aiōn )
14 Now, Enoch, the seventh from Adam, prophesied, indeed, concerning these men; saying, "Behold, the Lord comes with his myriads of holy angels,
προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ
15 to pass sentence on all, and to convict all the ungodly among them, of all their deeds of ungodliness; which they have impiously committed; and of all the hard things which ungodly sinners have spoken against him."
ποιῆσαι κρίσιν κατὰ πάντων καὶ (ἐλέγξαι *N(K)O*) (πᾶσαν *N(k)O*) (τοὺς *ko*) (ψυχὴν *N(K)O*) (αὐτῶν *K*) περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16 These are murmurers, and complainers, who walk according to their own lusts; and their mouths speak great swelling words. They admire persons for the sake of gain.
οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας (ἑαυτῶν *N(k)O*) πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 But, beloved, remember the words which were spoken by the Apostles of our Lord Jesus Christ;
Ὑμεῖς δὲ ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
18 that they said to you, that in the last time there would be scoffers walking according to their own ungodly lusts.
ὅτι ἔλεγον ὑμῖν ὅτι (ἐπ᾽ ἐσχάτου *N(k)O*) (τοῦ *n*) (χρόνου *N(k)O*) ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19 These be they who separate themselves, sensual, not having the Spirit.
οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
20 But you, beloved, building up yourselves on your most holy faith, praying with a holy spirit;
ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
21 keep yourselves in the love of God, expecting the mercy of our Lord Jesus Christ, to eternal life. (aiōnios )
ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. (aiōnios )
22 And making a difference, have compassion, indeed, on some:
καὶ οὓς μὲν (ἐλεᾶτε *NK(O)*) (διακρινομένους, *N(k)O*)
23 but others, save by fear, snatching them out of the fire, hating even the garment spotted by the flesh.
οὓς δὲ σῴζετε ἐκ (τοῦ *k*) πυρὸς ἁρπάζοντες, (οὓς δὲ ἐλεᾶτε *NO*) ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 Now to him who is able to guard you from stumbling, and to present you faultless before the presence of his glory, with exceeding joy;
Τῷ δὲ δυναμένῳ φυλάξαι (ὑμᾶς *NK(O)*) ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25 to God, alone our Saviour, be glory and majesty, dominion and power, both now, and throughout all ages. Amen. (aiōn )
μόνῳ (σοφῷ *K*) θεῷ σωτῆρι ἡμῶν, (διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, *NO*) δόξα (καὶ *k*) μεγαλωσύνη κράτος καὶ ἐξουσία (πρὸ παντὸς τοῦ αἰῶνος *NO*) καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν. (aiōn )