< Revelation 6 >

1 And I saw when the Lamb opened one of the seals, and I heard one of the four living creatures saying, as it were a voice of thunder, “Come and behold!”
Καὶ εἶδον ⸀ὅτεἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· ⸀Ἔρχου
2 And I saw, and behold, a white horse, and he who is sitting on it is having a bow, and there was given to him a garland, and he went forth overcoming, and that he may overcome.
καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.
3 And when He opened the second seal, I heard the second living creature saying, “Come and behold!”
Καὶ ὅτε ἤνοιξεν τὴν ⸂σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου.
4 And there went forth another horse—fire-colored, and to him who is sitting on it, there was given to him to take peace from the earth, and that they may slay one another, and there was given to him a great sword.
καὶἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπʼ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς ⸀καὶ ἵνα ἀλλήλους ⸀σφάξουσιν καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5 And when He opened the third seal, I heard the third living creature saying, “Come and behold!” And I saw, and behold, a black horse, and he who is sitting on it is having a balance in his hand,
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ ⸀εἶδον καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
6 and I heard a voice in the midst of the four living creatures saying, “A measure of wheat for a denarius, and three measures of barley for a denarius, and you may not injure the oil and the wine.”
καὶ ἤκουσα ⸀ὡςφωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες ⸀κριθῶνδηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 And when He opened the fourth seal, I heard the voice of the fourth living creature saying, “Come and behold!”
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα ⸀φωνὴντοῦ τετάρτου ζῴου λέγοντος· ⸀Ἔρχου
8 And I saw, and behold, a pale horse, and he who is sitting on him—his name is Death, and Hades follows with him, and there was given to them authority to kill over the fourth part of the earth with sword, and with hunger, and with death, and by the beasts of the earth. (Hadēs g86)
καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει ⸂μετʼ αὐτοῦ⸃, καὶ ἐδόθη ⸀αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. (Hadēs g86)
9 And when He opened the fifth seal, I saw under the altar the souls of those slain because of the word of God, and because of the testimony that they held,
Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν ⸀μαρτυρίανἣν εἶχον.
10 and they were crying with a great voice, saying, “Until when, O Master, the Holy and the True, do You not judge and take vengeance of our blood from those dwelling on the earth?”
καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
11 And there was given to each one a white robe, and it was said to them that they may rest themselves yet a short time, until may also be fulfilled their fellow-servants and their brothers, who are about to be killed—even as they.
καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ⸀ἀναπαύσονταιἔτι χρόνον ⸀μικρόν ἕως ⸀πληρωθῶσινκαὶ οἱ σύνδουλοι αὐτῶνκαὶ οἱ ἀδελφοὶ ⸀αὐτῶν οἱ μέλλοντες ⸀ἀποκτέννεσθαιὡς καὶ αὐτοί.
12 And I saw when He opened the sixth seal, and behold, a great earthquake came, and the sun became black as sackcloth of hair, and the moon became as blood,
Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ⸂ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13 and the stars of Heaven fell to the earth—as a fig tree casts her unripe figs, being shaken by a great wind—
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ ⸀βάλλειτοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη,
14 and the sky departed as a scroll rolled up, and every mountain and island were moved out of their places;
καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
15 and the kings of the earth, and the great men, and the rich, and the chiefs of thousands, and the mighty, and every servant, and every freeman, hid themselves in the dens, and in the rocks of the mountains,
καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων·
16 and they say to the mountains and to the rocks, “Fall on us, and hide us from the face of Him who is sitting on the throne, and from the anger of the Lamb,”
καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφʼ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
17 because the great day of His anger has come, and who is able to stand?
ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς ⸀αὐτῶν καὶ τίς δύναται σταθῆναι;

< Revelation 6 >