< Numbers 24 >

1 And Balaam sees that [it is] good in the eyes of YHWH to bless Israel, and he has not gone as time by time to seek enchantments, and he sets his face toward the wilderness;
καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν Ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον
2 and Balaam lifts up his eyes, and sees Israel dwelling by its tribes, and the Spirit of God is on him,
καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ
3 and he takes up his allegory and says: “An affirmation of Balaam son of Beor, And an affirmation of the man whose eyes are shut,
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν
4 An affirmation of him who is hearing sayings of God, Who sees a vision of the Almighty, Falling—and eyes uncovered:
φησὶν ἀκούων λόγια θεοῦ ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
5 How good have been your tents, O Jacob, Your dwelling places, O Israel;
ὡς καλοί σου οἱ οἶκοι Ιακωβ αἱ σκηναί σου Ισραηλ
6 They have been stretched out as valleys, As gardens by a river; As aloes YHWH has planted, As cedars by waters;
ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ’ ὕδατα
7 He makes water flow from his buckets, And his seed [is] in many waters; And his King [is] higher than Gog [[or Agag]], And his kingdom is exalted.
ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ ὑψωθήσεται ἢ Γωγ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ
8 God is bringing him out of Egypt, As the swiftness of a wild ox for him, He eats up nations—his adversaries, And he breaks their bones, And he strikes [with] his arrows.
θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν
9 He has bent, he has lain down as a lion, And as a lioness, who raises him up? He who is blessing you [is] blessed, And he who is cursing you [is] cursed.”
κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται
10 And the anger of Balak burns against Balaam, and he strikes his hands; and Balak says to Balaam, “I called you to pierce my enemies, and behold, you have certainly blessed these three times;
καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο
11 and now, flee for yourself to your place; I have said, I greatly honor you, and behold, YHWH has kept you back from honor.”
νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου εἶπα τιμήσω σε καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης
12 And Balaam says to Balak, “Did I not also speak to your messengers whom you have sent to me, saying,
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων
13 If Balak gives to me the fullness of his house of silver and gold, I am not able to pass over the command of YHWH, to do good or evil of my own heart; that which YHWH speaks—it I speak?
ἐάν μοι δῷ Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ’ ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ ὁ θεός ταῦτα ἐρῶ
14 And now, behold, I am going to my people; come, I counsel you [concerning] that which this people does to your people in the latter end of the days.”
καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν
15 And he takes up his allegory and says: “An affirmation of Balaam son of Beor, And an affirmation of the man whose eyes [are] shut;
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν
16 An affirmation of him who is hearing sayings of God, And knowing knowledge of the Most High; He sees a vision of the Almighty, Falling—and eyes uncovered:
ἀκούων λόγια θεοῦ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
17 I see Him, but not now; I behold Him, but not near; A star has proceeded from Jacob, And a scepter has risen from Israel, And has struck corners of Moab, And has destroyed all sons of Seth.
δείξω αὐτῷ καὶ οὐχὶ νῦν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωαβ καὶ προνομεύσει πάντας υἱοὺς Σηθ
18 And Edom has been a possession, And Seir has been a possession [for] his enemies, And Israel is doing valiantly;
καὶ ἔσται Εδωμ κληρονομία καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτοῦ καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι
19 And [One] rules out of Jacob, And has destroyed a remnant from the city.”
καὶ ἐξεγερθήσεται ἐξ Ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως
20 And he sees Amalek, and takes up his allegory, and says: “Amalek [is] first [among] nations, But his latter end—destruction forever.”
καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀρχὴ ἐθνῶν Αμαληκ καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται
21 And he sees the Kenite, and takes up his allegory, and says: “Your dwelling [is] enduring, And your nest is being set in a rock,
καὶ ἰδὼν τὸν Καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἰσχυρὰ ἡ κατοικία σου καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου
22 But the Kenite is for a burning; Until when does Asshur keep you captive?”
καὶ ἐὰν γένηται τῷ Βεωρ νεοσσιὰ πανουργίας Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν
23 And he takes up his allegory and says: “Woe! Who lives when God does this?
καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ὦ ὦ τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός
24 But ships [come] from the side of Chittim, And they have humbled Asshur, And they have humbled Eber, But it is also perishing forever.”
καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται
25 And Balaam rises, and goes, and turns back to his place, and Balak has also gone on his way.
καὶ ἀναστὰς Βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ καὶ Βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν

< Numbers 24 >