< Numbers 21 >

1 And the Canaanite, king of Arad, dwelling in the south, hears that Israel has come the way of the Atharim, and he fights against Israel, and takes [some] of them captive.
καὶ ἤκουσεν ὁ Χανανις βασιλεὺς Αραδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον ἦλθεν γὰρ Ισραηλ ὁδὸν Αθαριν καὶ ἐπολέμησεν πρὸς Ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν
2 And Israel vows a vow to YHWH and says, “If You certainly give this people into my hand, then I have devoted their cities”;
καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίῳ καὶ εἶπεν ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ
3 and YHWH listens to the voice of Israel and gives up the Canaanite, and he devotes them and their cities, and calls the name of the place Hormah.
καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἀνάθεμα
4 And they journey from Mount Hor, the way of the Red Sea, to go around the land of Edom, and the soul of the people is short in the way,
καὶ ἀπάραντες ἐξ Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Εδωμ καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ
5 and the people speak against God and against Moses, “Why have you brought us up out of Egypt to die in a wilderness? For there is no bread, and there is no water, and our soul has been weary of this light bread.”
καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ
6 And YHWH sends the burning serpents among the people, and they bite the people, and many people of Israel die;
καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Ισραηλ
7 and the people come to Moses and say, “We have sinned, for we have spoken against YHWH and against you; pray to YHWH that He turns the serpent aside from us”; and Moses prays in behalf of the people.
καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ εὖξαι οὖν πρὸς κύριον καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ
8 And YHWH says to Moses, “Make a burning [serpent] for yourself, and set it on an ensign; and it has been, everyone who is bitten and has seen it—he has lived.”
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται
9 And Moses makes a serpent of bronze, and sets it on the ensign, and it has been, if the serpent has bitten any man, and he has looked expectingly to the serpent of bronze—he has lived.
καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη
10 And the sons of Israel journey and encamp in Oboth.
καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ
11 And they journey from Oboth and encamp in Ije-Abarim, in the wilderness that [is] on the front of Moab, at the rising of the sun.
καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου
12 From there they have journeyed and encamp in the Valley of Zared.
ἐκεῖθεν ἀπῆραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ
13 From there they have journeyed and encamp beyond Arnon, which [is] in the wilderness which is coming out of the border of the Amorite, for Arnon [is] the border of Moab, between Moab and the Amorite;
καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Αμορραίων ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου
14 therefore it is said in [the] scroll of the Wars of YHWH: “Waheb in Suphah, And the brooks of Arnon;
διὰ τοῦτο λέγεται ἐν βιβλίῳ πόλεμος τοῦ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων
15 And the spring of the brooks, Which turned aside to the dwelling of Ar, And has leaned to the border of Moab.”
καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοῖς ὁρίοις Μωαβ
16 And from there [they journeyed] to Beer; it [is] the well [concerning] which YHWH said to Moses, “Gather the people, and I give water to them.”
καὶ ἐκεῖθεν τὸ φρέαρ τοῦτό ἐστιν τὸ φρέαρ ὃ εἶπεν κύριος πρὸς Μωυσῆν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν
17 Then Israel sings this song: “Spring up, O well, Let all answer to it!
τότε ᾖσεν Ισραηλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος ἐξάρχετε αὐτῷ
18 A well—princes have dug it, Nobles of the people have prepared it, With the lawgiver, with their staffs.” And from the wilderness [they journeyed] to Mattanah,
φρέαρ ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν ἐν τῷ κυριεῦσαι αὐτῶν καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν
19 and from Mattanah to Nahaliel, and from Nahaliel to Bamoth,
καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ
20 and from Bamoth, in the valley which [is] in the field of Moab, [to] the top of Pisgah, which has looked on the front of the wilderness.
καὶ ἀπὸ Βαμωθ εἰς νάπην ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωαβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου
21 And Israel sends messengers to Sihon king of the Amorite, saying,
καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοῖς λέγων
22 “Let me pass through your land, we do not turn aside into a field or into a vineyard; we do not drink waters of a well; we go in the king’s way until we pass over your border.”
παρελευσόμεθα διὰ τῆς γῆς σου τῇ ὁδῷ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου
23 And Sihon has not permitted Israel to pass through his border, and Sihon gathers all his people, and comes out to meet Israel in the wilderness, and comes to Jahaz, and fights against Israel.
καὶ οὐκ ἔδωκεν Σηων τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν παρατάξασθαι τῷ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ιασσα καὶ παρετάξατο τῷ Ισραηλ
24 And Israel strikes him by the mouth of the sword, and possesses his land from Arnon to Jabbok—to the sons of Ammon; for the border of the sons of Ammon [is] strong.
καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱῶν Αμμαν ὅτι Ιαζηρ ὅρια υἱῶν Αμμων ἐστίν
25 And Israel takes all these cities, and Israel dwells in all the cities of the Amorite, in Heshbon and in all its villages;
καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατῴκησεν Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων ἐν Εσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ
26 for Heshbon is a city of Sihon king of the Amorite, and he has fought against the former king of Moab, and takes all his land out of his hand as far as Arnon;
ἔστιν γὰρ Εσεβων πόλις Σηων τοῦ βασιλέως τῶν Αμορραίων καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Αροηρ ἕως Αρνων
27 therefore those using allegories say: “Enter Heshbon, Let the city of Sihon be built and ready,
διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί ἔλθετε εἰς Εσεβων ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηων
28 For fire has gone out from Heshbon, A flame from the city of Sihon, It has consumed Ar of Moab, Owners of the high places of Arnon.
ὅτι πῦρ ἐξῆλθεν ἐξ Εσεβων φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων
29 Woe to you, O Moab, You have perished, O people of Chemosh! He has given his sons [as] fugitives, And his daughters into captivity, To Sihon king of the Amorite!
οὐαί σοι Μωαβ ἀπώλου λαὸς Χαμως ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Αμορραίων Σηων
30 And we shoot them; Heshbon has perished as far as Dibon, And we make desolate as far as Nophah, Which [is] as far as Medeba.”
καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Εσεβων ἕως Δαιβων καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωαβ
31 And Israel dwells in the land of the Amorite,
κατῴκησεν δὲ Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων
32 and Moses sends to spy out Jaazer, and they capture its villages, and dispossess the Amorite who [is] there,
καὶ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν Ιαζηρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ
33 and turn and go up the way of Bashan, and Og king of Bashan comes out to meet them, he and all his people, to battle [at] Edrei.
καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Εδραϊν
34 And YHWH says to Moses, “Do not fear him, for into your hand I have given him, and all his people, and his land, and you have done to him as you have done to Sihon king of the Amorite, who is dwelling in Heshbon.”
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηων βασιλεῖ τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων
35 And they strike him, and his sons, and all his people, until he has no remnant left to him, and they possess his land.
καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν

< Numbers 21 >