< Jude 1 >
1 Judas, a servant of Jesus Christ, and brother of James, to those called, having been loved in God [the] Father, and having been kept in Jesus Christ,
Ἰούδας, ˚Ἰησοῦ ˚Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν ˚Θεῷ Πατρὶ ἠγαπημένοις, καὶ ˚Ἰησοῦ ˚Χριστῷ τετηρημένοις κλητοῖς:
2 mercy and peace and love be multiplied to you!
ἔλεος ὑμῖν, καὶ εἰρήνη, καὶ ἀγάπη πληθυνθείη.
3 Beloved, using all diligence to write to you concerning our common salvation, I had necessity to write to you, exhorting [you] to fight for the faith once delivered to the holy ones,
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4 for there came in certain men stealthily, having been written beforehand to this judgment long ago, impious, perverting the grace of our God to licentiousness, and denying our only Master and Lord—Jesus Christ.
Παρεισέδυσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ ˚Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον Δεσπότην καὶ ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν ˚Χριστὸν, ἀρνούμενοι.
5 Now I intend to remind you, you once having known all this, that Jesus, having saved a people out of the land of Egypt, He secondly destroyed those not having believed;
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι ˚Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
6 messengers also, those who did not keep their own principality, but left their proper dwelling, He has kept in eternal bonds under darkness until [the] judgment of [the] great day, (aïdios )
Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας, δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. (aïdios )
7 as Sodom and Gomorrah, and the cities around them, in like manner to these [messengers], having given themselves to whoredom, and having gone after other flesh, have been set before [as] an example, undergoing the justice of continuous fire. (aiōnios )
Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. (aiōnios )
8 In like manner, nevertheless, those dreaming indeed defile the flesh, and they disregard lordship, and they speak evil of glorious [ones],
Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
9 yet Michael, the chief messenger, when disputing with the Devil, reasoning about the body of Moses, did not dare to bring against [him] a judgment of slander, but said, “The LORD rebuke you!”
Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος, διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν, “Ἐπιτιμήσαι σοι ˚Κύριος.”
10 But these, indeed, whatever [things] they have not known, they speak evil of; and whatever [they know], like the irrational beasts, they understand naturally—in these they are corrupted;
Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11 woe to them! Because they went on in the way of Cain, and they rushed to the deceit of Balaam for reward, and in the controversy of Korah they perished.
Οὐαὶ αὐτοῖς! Ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
12 These are stains at your love-feasts, feasting together with you without fear, shepherding themselves; waterless clouds, being carried away by winds; autumnal trees without fruit, having died twice, having been uprooted;
Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν, σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,
13 wild waves of a sea, foaming up their own shameful [deeds]; stars going astray, for whom the gloom of the darkness throughout the age has been kept. (aiōn )
κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. (aiōn )
14 And Enoch, the seventh from Adam, also prophesied to these, saying, “Behold, the LORD has come with myriads of His holy ones,
Ἐπροφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ, Ἑνὼχ, λέγων, “Ἰδοὺ, ἦλθεν ˚Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
15 to do judgment against all, and to convict all their impious ones, concerning all their works of impiety that they did impiously, and concerning all the harsh [words] that impious sinners spoke against Him.”
ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν, ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν, ὧν ἐλάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.”
16 These are discontented grumblers, walking according to their own lusts; and their mouth speaks swollen words, giving admiration to persons for the sake of profit;
Οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 but you, beloved, remember the sayings spoken before by the apostles of our Lord Jesus Christ,
Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
18 that they said to you, that in the last time there will be scoffers, following after their own lusts of impieties,
ὅτι ἔλεγον ὑμῖν, “Ἐπʼ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.”
19 these are those causing divisions, natural men, not having the Spirit.
Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, ˚Πνεῦμα μὴ ἔχοντες.
20 But you, beloved, building yourselves up on your most holy faith, praying in the Holy Spirit,
Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν ˚Πνεύματι Ἁγίῳ προσευχόμενοι.
21 keep yourselves in the love of God, waiting for the mercy of our Lord Jesus Christ [resulting] in continuous life; (aiōnios )
Ἑαυτοὺς ἐν ἀγάπῃ ˚Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς ζωὴν αἰώνιον. (aiōnios )
22 and, indeed, show mercy to those who are doubting,
Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
23 and rescue others by snatching [them] out of fire; but show mercy to others in fear, hating even the coat having been stained from the flesh.
οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 And to Him who is able to guard you without stumbling, and to set [you] in the presence of His glory unblemished, in gladness,
Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25 to the only wise God our Savior, [is] glory and greatness, power and authority, both now and forever! Amen. (aiōn )
μόνῳ ˚Θεῷ Σωτῆρι ἡμῶν, διὰ ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν, δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία, πρὸ παντὸς τοῦ αἰῶνος, καὶ νῦν, καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν! (aiōn )