< Hebrews 2 >

1 Because of this it is more abundantly necessary to take heed to the things heard, lest we may drift away,
Διὰ τοῦτο δεῖ περισσοτέρως ⸂προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
2 for if the word being spoken through messengers became steadfast, and every transgression and disobedience received a just repayment,
εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
3 how will we escape, having neglected such great salvation? Which having received [that] spoken through the LORD [from] the beginning, was confirmed to us by those having heard,
πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
4 God also bearing joint-witness both with signs and wonders, and manifold powers, and distributions of the Holy Spirit, according to His will.
συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν;
5 For He did not subject the coming world to messengers, concerning which we speak,
Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν·
6 and one in a certain place testified fully, saying, “What is man, that You are mindful of him, Or a son of man, that You look after him?
διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
7 You made him [a] little less than messengers, You crowned him with glory and honor, And set him over the works of Your hands,
ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας ⸀αὐτόν
8 You put all things in subjection under his feet,” for in the subjecting to Him all things, He left nothing to Him unsubjected, but now we do not yet see all things subjected to Him,
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν ⸂τῷ γὰρ ⸀ὑποτάξαιτὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
9 and we see Him who was made [a] little less than messengers—Jesus—because of the suffering of death, having been crowned with glory and honor, that by the grace of God He might taste of death for everyone.
τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως ⸀χωρὶςθεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
10 For it was fitting to Him, because of whom [are] all things, and through whom [are] all things, bringing many sons to glory, to make the author of their salvation perfect through sufferings,
Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
11 for both He who is sanctifying and those sanctified [are] all of one, for which cause He is not ashamed to call them brothers,
ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,
12 saying, “I will declare Your Name to My brothers, In the midst of an assembly I will sing praise to You”; and again, “I will be trusting on Him”;
λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
13 and again, “Behold, I and the children that God gave to Me.”
καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.
14 Seeing, then, the children have partaken of flesh and blood, He Himself also took part of the same in like manner, that through death He might destroy him having the power of death—that is, the Devil—
Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν ⸂αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστι τὸν διάβολον,
15 and might deliver those, whoever, with fear of death, throughout all their life, were subjects of bondage,
καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
16 for doubtless, He does not lay hold of messengers, but He lays hold of [the] seed of Abraham,
οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
17 for this reason it seemed necessary to Him to be made like the brothers in all things, that He might become a kind and faithful Chief Priest in the things related to God, to make propitiation for the sins of the people,
ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·
18 for in that He suffered, Himself being tempted, He is able to help those who are tempted.
ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

< Hebrews 2 >