< Ephesians 4 >

1 I, the prisoner of the LORD, then call on you to walk worthily of the calling with which you were called,
Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
2 with all lowliness and meekness, with long-suffering, bearing with one another in love,
μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
3 being diligent to keep the unity of the Spirit in the bond of peace;
σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης,
4 one body and one Spirit, according as you were also called in one hope of your calling;
ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
5 one Lord, one faith, one immersion,
εἷς κύριος, μία πίστις, ἓν βάπτισμα,
6 one God and Father of all, who [is] over all, and through all, and in you all,
εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
7 and to each one of you was given grace, according to the measure of the gift of Christ,
ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ.
8 for this reason, it says, “Having gone up on high He led captive captivity, and gave gifts to men.”
διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
9 And that, He went up, what is it except that He also went down first into the lower parts of the earth?
τὸ δέ, ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 He who went down is the same who also went up far above all the heavens, that He may fill all things—
ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
11 and He gave some [as] apostles, and some [as] prophets, and some [as] proclaimers of good news, and some [as] shepherds and teachers,
καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
12 to the perfecting of the holy ones, for a work of ministry, for a building up of the body of the Christ,
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ·
13 until we may all come to the unity of faith and of the recognition of the Son of God, to a perfect man, to a measure of stature of the fullness of the Christ,
μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ χριστοῦ·
14 that we may no longer be children, being tossed by waves and being carried around by every wind of the teaching, in the cunning of men, in craftiness, to the scheming of leading astray,
ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ, πρὸς τὴν μεθοδείαν τῆς πλάνης,
15 and [speaking] truth in love, we may increase to Him [in] all things, who is the head—the Christ;
ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, χριστός,
16 from whom the whole body, being fitly joined together and united, through the supply of every joint, according to the working in the measure of each single part, the increase of the body makes for the building up of itself in love.
ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ᾽ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
17 This, then, I say, and I testify in the LORD: you are no longer to walk, as also the other nations walk, in the vanity of their mind,
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
18 being darkened in the understanding, being alienated from the life of God, because of the ignorance that is in them, because of the hardness of their heart,
ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν·
19 who, having ceased to feel, gave themselves up to the licentiousness, for the working of all uncleanness in greediness;
οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
20 and you did not so learn the Christ,
ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστόν,
21 if [it] so be [that] you heard Him, and were taught in Him, as truth is in Jesus;
εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,
22 concerning the former behavior you are to put off the old man, that is corrupt according to the desires of the deceit,
ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
23 and to be renewed in the spirit of your mind,
ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν,
24 and to put on the new man, which, according to God, was created in righteousness and kindness of the truth.
καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
25 For this reason, putting away the lying, each speak truth with his neighbor, because we are members of one another;
Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
26 be angry and do not sin; do not let the sun go down on your wrath,
Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν·
27 neither give place to the Devil;
μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
28 whoever is stealing let him no longer steal, but rather let him labor, working the thing that is good with the hands, that he may have to impart to him having need.
ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
29 Let no corrupt word go forth out of your mouth, but what is good to the necessary building up, that it may give grace to the hearers;
πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.
30 and do not make the Holy Spirit of God sorrowful, in which you were sealed to [the] day of redemption.
καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
31 Let all bitterness, and wrath, and anger, and clamor, and slander, be put away from you, with all malice,
Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ·
32 and become kind to one another, tender-hearted, forgiving one another, according as God also forgave you in Christ.
γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ὑμῖν.

< Ephesians 4 >