< Acts 22 >

1 “Men, brothers, and fathers, hear my defense now to you.”
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2 and they having heard that he was speaking to them in the Hebrew dialect, they became even more silent, and he says,
Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν·
3 “I, indeed, am a man, a Jew, having been born in Tarsus of Cilicia, and brought up in this city at the feet of Gamaliel, having been taught according to the exactness of a law of the fathers, being zealous of God, as all you are today.
⸀Ἐγώεἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
4 And this Way I persecuted to death, binding and delivering up to prisons both men and women,
ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5 as also the chief priest testifies to me, and all the eldership; from whom also having received letters to the brothers, to Damascus, I was going on, to bring also those there bound to Jerusalem that they might be punished,
ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6 and it came to pass, in my going on and coming near to Damascus, about noon, suddenly out of Heaven there shone a great light around me;
Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7 I also fell to the ground, and I heard a voice saying to me, Saul, Saul, why do you persecute Me?
ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8 And I answered, Who are You, Lord? And He said to me, I am Jesus the Nazarene whom you persecute—
ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
9 and they who are with me saw the light, and became afraid, and they did not hear the voice of Him who is speaking to me—
οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντοτὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10 and I said, What will I do, Lord? And the LORD said to me, Having risen, go on to Damascus, and there it will be told you concerning all things that have been appointed for you to do.
εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 And when I did not see from the glory of that light, being led by the hand by those who are with me, I came to Damascus,
ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12 and a certain one, Ananias, a pious man according to the Law, being testified to by all the Jews dwelling [there],
Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴςκατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
13 having come to me and stood by [me], said to me, Saul, brother, look up; and the same hour I looked up to him;
ἐλθὼν πρὸς ⸀ἐμὲκαὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14 and he said, The God of our fathers chose you beforehand to know His will, and to see the Righteous One, and to hear a voice out of His mouth,
ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15 because you will be His witness to all men of what you have seen and heard;
ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16 and now, why do you linger? Having risen, immerse yourself, and wash away your sins, calling on the Name of the LORD.
καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦ
17 And it came to pass, when I returned to Jerusalem, and while I was praying in the temple, I came into a trance,
Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
18 and I saw Him saying to me, Hurry and go forth in haste out of Jerusalem, because they will not receive your testimony concerning Me;
καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σουμαρτυρίαν περὶ ἐμοῦ.
19 and I said, LORD, they know that I was imprisoning and was scourging those believing on You in every synagogue;
κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
20 and when the blood of your witness Stephen was being poured forth, I was also standing by and assenting to his death, and keeping the garments of those putting him to death;
καὶ ὅτε ⸀ἐξεχύννετοτὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶαὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21 and He said to me, Go, because I will send you to far-off nations.”
καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 And they were hearing him to this word, and they lifted up their voice, saying, “Away from the earth with such a one; for it is not fit for him to live.”
Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23 And they crying out and casting up their garments, and throwing dust into the air,
⸀κραυγαζόντων⸀τεαὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24 the chief captain commanded him to be brought into the stronghold, saying, “Let him be examined by scourges,” that he might know for what cause they were crying so against him.
ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, ⸀εἴπαςμάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25 And as he was stretching him with the straps, Paul said to the centurion who was standing by, “Is it lawful to you to scourge a man, a Roman, uncondemned?”
ὡς δὲ ⸀προέτειναναὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26 And the centurion having heard, having gone near to the chief captain, told, saying, “Take heed what you are about to do, for this man is a Roman”;
ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων· ⸀Τίμέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
27 and the chief captain having come near, said to him, “Tell me, are you a Roman?” And he said, “Yes”;
προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺῬωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί.
28 and the chief captain answered, “I, with a great sum, obtained this citizenship”; but Paul said, “But I have even been born [so].”
ἀπεκρίθη ⸀δὲὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.
29 Immediately, therefore, they departed from him, those being about to examine him, and the chief captain was also afraid, having learned that he is a Roman, and because he had bound him,
εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν δεδεκώς.
30 and the next day, intending to know the certainty for what reason he is accused by the Jews, he loosed him from the bonds, and commanded the chief priests and all their Sanhedrin to come, and having brought down Paul, he set [him] before them.
Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸτῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν καὶ ἐκέλευσεν ⸀συνελθεῖντοὺς ἀρχιερεῖς καὶ ⸀πᾶντὸ ⸀συνέδριον καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

< Acts 22 >