< 2 Corinthians 10 >

1 And I, Paul, myself, call on you—through the meekness and gentleness of the Christ—who in presence [am] indeed humble among you, and being absent, have courage toward you,
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·
2 and I implore [you], that, being present, I may not have courage, with the confidence with which I reckon to be bold against certain reckoning us as walking according to the flesh;
δέομαι δέ, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
3 for walking in the flesh, we do not war according to the flesh,
Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα —
4 for the weapons of our warfare [are] not fleshly, but powerful to God for bringing down of strongholds,
τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων —
5 bringing down reasonings, and every high thing lifted up against the knowledge of God, and bringing into captivity every thought to the obedience of the Christ,
λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,
6 and being in readiness to avenge every disobedience whenever your obedience may be fulfilled.
καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
7 You see the outward appearance. If anyone has trusted in himself to be Christ’s, let him reckon this again from himself, that according as he is Christ’s, so also we [are] Christ’s;
Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ᾿ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς Χριστοῦ.
8 for even if I will also boast anything more abundantly concerning our authority, that the LORD gave us for building up, and not for casting you down, I will not be ashamed,
Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν — ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν — οὐκ αἰσχυνθήσομαι·
9 that I may not seem as if I would terrify you through the letters,
ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν.
10 “because the letters indeed,” says one, “[are] weighty and strong, and the bodily presence weak, and the speech despicable.”
Ὅτι, Αἱ μὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής, καὶ ὁ λόγος ἐξουθενημένος.
11 This one—let him reckon thus: that such as we are in word, through letters, being absent, such also, being present, [we are] in deed.
Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾿ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12 For we do not make bold to rank or to compare ourselves with certain of those commending themselves, but they, measuring themselves among themselves, and comparing themselves with themselves, are not wise,
Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν.
13 and we will not boast ourselves in regard to the unmeasured things, but after the measure of the line that the God of measure appointed to us—to reach even to you;
Ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός, μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.
14 for we do not stretch ourselves too much, as not reaching to you, for even to you we came in the good news of the Christ,
Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ·
15 not boasting of the things not measured, in other men’s labors, and having hope—your faith increasing—in you to be enlarged, according to our line—into abundance,
οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν,
16 to proclaim good news in the [places] beyond you, not in another’s line in regard to the things made ready, to boast;
εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
17 and he who is boasting—let him boast in the LORD;
Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.
18 for he who is commending himself is not approved, but he whom the LORD commends.
Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ᾿ ὃν ὁ Κύριος συνίστησιν.

< 2 Corinthians 10 >