< 1 Timothy 2 >

1 I exhort, then, first of all, there be made supplications, prayers, intercessions, thanksgivings, for all men—
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
2 for kings, and all who are in authority, that we may lead a quiet and peaceable life in all piety and gravity,
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 for this [is] right and acceptable before God our Savior,
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4 who wills all men to be saved, and to come to the full knowledge of the truth;
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 for [there is] one God, also one mediator of God and of men—the man Christ Jesus,
εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος, χριστὸς Ἰησοῦς,
6 who gave Himself [as] a ransom for all—the testimony in its own times—
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
7 in regard to which I was set a preacher and apostle—truth I say in Christ, I do not lie—a teacher of nations, in faith and truth.
εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, (ἀλήθειαν λέγω, οὐ ψεύδομαι, ) διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 I intend, therefore, that men pray in every place, lifting up holy hands, apart from anger and deliberation;
βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ·
9 also the women in like manner, in orderly apparel, to adorn themselves with modesty and sobriety, not in braided hair, or gold, or pearls, or clothing of great price,
ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
10 but—which becomes women professing godly piety—through good works.
ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν.
11 Let a woman learn in quietness in all subjection,
γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
12 and I do not allow a woman to teach, nor to rule a husband, but to be in quietness,
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλὰ εἶναι ἐν ἡσυχίᾳ.
13 for Adam was formed first, then Eve,
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὖα.
14 and Adam was not deceived, but the woman, having been deceived, came into transgression,
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν·
15 and she will be saved through the childbearing, if they remain in faith, and love, and sanctification, with sobriety.
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

< 1 Timothy 2 >