< 1 Timothy 1 >

1 Paul, an apostle of Jesus Christ, according to a command of God our Savior, and of the Lord Jesus Christ our hope,
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾿ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν,
2 to Timotheus—genuine child in faith: Grace, kindness, peace, from God our Father and Christ Jesus our Lord!
Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
3 According as I exhorted you to remain in Ephesus—I going on to Macedonia—that you might charge certain [ones] not to teach any other thing,
Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν,
4 nor to give heed to fables and endless genealogies, that cause questions rather than [the] stewardship of God which [is] in faith.
μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκοδομίαν Θεοῦ τὴν ἐν πίστει.
5 And the end of the charge is love out of a pure heart, and of a good conscience, and of unhypocritical faith,
Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου·
6 from which certain [men], having swerved, turned aside to vain discourse,
ὧν τινὲς ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,
7 willing to be teachers of law, not understanding either the things they say, nor concerning what they confidently assert,
θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.
8 and we have known that the Law [is] good, if anyone may use it lawfully;
Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται,
9 having known this, that law is not set for a righteous man, but for lawless and insubordinate persons, ungodly and sinners, impious and profane, murderers of fathers and murderers of mothers, manslayers,
εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλῴαις καὶ μητραλῴαις, ἀνδροφόνοις,
10 whoremongers, homosexuals, enslavers, liars, perjured persons, and if there be any other thing that is adverse to sound doctrine,
πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται,
11 according to the good news of the glory of the blessed God, with which I was entrusted.
κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
12 And I give thanks to Him who enabled me—Christ Jesus our Lord—that He reckoned me steadfast, having put [me] to the ministry,
Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν,
13 who before was speaking slander, and persecuting, and insulting, but I found kindness, because, being ignorant, I did [it] in unbelief,
τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·
14 and the grace of our Lord exceedingly abounded, with faith and love that [is] in Christ Jesus.
ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
15 The word [is] steadfast, and worthy of all acceptance, that Christ Jesus came into the world to save sinners—of whom I am first;
Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·
16 but because of this I found kindness, that Jesus Christ might first show forth all long-suffering in me, for a pattern of those about to believe on Him to continuous life. (aiōnios g166)
ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. (aiōnios g166)
17 And to the King of the ages, the incorruptible, invisible, only wise God, [is] honor and glory through the ages of the ages! Amen. (aiōn g165)
Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn g165)
18 I commit to you this charge, child Timotheus, according to the prophecies that went before on you, that you may war in them the good warfare,
Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
19 having faith and a good conscience, which some having thrust away, made shipwreck concerning the faith,
ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
20 of whom are Hymenaeus and Alexander, whom I delivered to Satan, that they might be instructed not to speak evil.
ὧν ἐστὶν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.

< 1 Timothy 1 >