< 1 Corinthians 13 >

1 If I speak with the tongues of men and of messengers, and do not have love, I have become sounding brass, or a clanging cymbal;
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
2 and if I have prophecy, and know all the secrets, and all the knowledge, and if I have all faith, so as to remove mountains, and do not have love, I am nothing;
Κἂν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
3 and if I give away all my goods to feed others, and if I give up my body that I may be burned, and do not have love, I am profited nothing.
Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4 Love is long-suffering, it is kind, love does not envy, love does not vaunt itself, is not puffed up,
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
5 does not act unseemly, does not seek its own things, is not provoked, does not impute evil,
οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
6 [does] not rejoice over unrighteousness, and rejoices with the truth;
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ,
7 it bears all things, it believes all, it hopes all, it endures all.
πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8 Love never fails; and whether [there be] prophecies, they will become useless; whether tongues, they will cease; whether knowledge, it will become useless;
Ἡ ἀγάπη οὐδέποτε πίπτει. Εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
9 for we know in part, and we prophesy in part;
Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν·
10 and when that which is perfect may come, then that which [is] in part will become useless.
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.
11 When I was a child, I was speaking as a child, I was thinking as a child, I was reasoning as a child, and when I have become a man, I have made useless the things of the child;
Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
12 for we now see obscurely through a mirror, and then face to face; now I know in part, and then I will fully know, as I was also known;
Βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.
13 and now there remains faith, hope, love—these three; and the greatest of these [is] love.
Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.

< 1 Corinthians 13 >