< 1 Kings 11 >
1 But king Solomon loved many strange women, beside the daughter of Pharaoh, women of the Moabites, 'Ammonites, Edomites, Zidonians, and Hittites.
καὶ ὁ βασιλεὺς Σαλωμων ἦν φιλογύναιος καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραω Μωαβίτιδας Αμμανίτιδας Σύρας καὶ Ιδουμαίας Χετταίας καὶ Αμορραίας
2 From the nations concerning which the Lord had said unto the children of Israel, Ye shall not go in among them, nor shall they come in among you; surely they will turn away your heart after their gods: unto these Solomon did cleave to love them.
ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν κύριος τοῖς υἱοῖς Ισραηλ οὐκ εἰσελεύσεσθε εἰς αὐτούς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν εἰς αὐτοὺς ἐκολλήθη Σαλωμων τοῦ ἀγαπῆσαι
3 And he had seven hundred wives, princesses, and three hundred concubines: and his wives turned away his heart.
4 And it came to pass, at the time that Solomon was old, that his wives turned away his heart after other gods; and his heart was not undivided with the Lord his God, like the heart of David his father.
καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμων καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν
5 And Solomon went after 'Ashtoreth the divinity of the Zidonians, and after Milcom the abomination of the 'Ammonites.
τότε ᾠκοδόμησεν Σαλωμων ὑψηλὸν τῷ Χαμως εἰδώλῳ Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Αμμων
6 And Solomon did what is evil in the eyes of the Lord, and went not fully after the Lord, like David his father.
καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων
7 Then did Solomon build a high-place for Kemosh, the abomination of Moab, on the mount that is before Jerusalem, and for Molech, the abomination of the children of 'Ammon.
καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν
8 And so did he for all his strange wives, who burnt incense and sacrificed unto their gods.
καὶ ἐποίησεν Σαλωμων τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ
9 And the Lord was angry with Solomon; because his heart was turned away from the Lord the God of Israel, who had appeared unto him twice;
καὶ ὠργίσθη κύριος ἐπὶ Σαλωμων ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ κυρίου θεοῦ Ισραηλ τοῦ ὀφθέντος αὐτῷ δὶς
10 And had commanded him concerning this thing, that he should not go after other gods; but he did not keep that which the Lord had commanded.
καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ κύριος ὁ θεός
11 And the Lord said unto Solomon, Forasmuch as this is in thy mind, and thou hast not kept my covenant and my statutes, which I commanded concerning thee: I will surely rend the kingdom from thee, and will give it to thy servant.
καὶ εἶπεν κύριος πρὸς Σαλωμων ἀνθ’ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου
12 Nevertheless in thy days will I not do it, for the sake of David thy father; [but] out of the hand of thy son will I rend it.
πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυιδ τὸν πατέρα σου ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν
13 Still all the kingdom will I not rend away: one tribe will I give to thy son on account of David my servant, and on account of Jerusalem which I have chosen.
πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυιδ τὸν δοῦλόν μου καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην
14 And the Lord stirred up an adversary unto Solomon, Hadad the Edomite: he was of the king's seed in Edom.
καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ καὶ συνηθροίσθησαν ἐπ’ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων καὶ Αδερ ὁ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ
15 It came to pass, namely, when David was in Edom, when Joab the captain of the army was gone up to bury the slain, after he had smitten every male in Edom;
καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυιδ τὸν Εδωμ ἐν τῷ πορευθῆναι Ιωαβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ
16 (For six months did Joab remain there with all Israel, until he had cut off every male in Edom: )
ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ιωαβ καὶ πᾶς Ισραηλ ἐν τῇ Ιδουμαίᾳ ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ιδουμαίας
17 That Hadad fled, he and certain Edomites of his father's servants with him, to go into Egypt; but Hadad was then yet a young lad.
καὶ ἀπέδρα Αδερ αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ εἰσῆλθον εἰς Αἴγυπτον καὶ Αδερ παιδάριον μικρόν
18 And they arose from Midian, and came to Paran; and they took [some] men with them from Paran, and came to Egypt, unto Pharaoh the king of Egypt; who gave him a house, and decreed him a support, and gave him land.
καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ’ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ εἰσῆλθεν Αδερ πρὸς Φαραω καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ
19 And Hadad found great favor in the eyes of Pharaoh, so that he gave him for wife the sister of his own wife, the sister of Thachpeness the queen.
καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ ἀδελφὴν Θεκεμινας τὴν μείζω
20 And the sister of Thachpeness bore him Genubath his son, whom Thachpeness brought up in Pharaoh's house; and Genubath remained in Pharaoh's house among the sons of Pharaoh.
καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμινας τῷ Αδερ τὸν Γανηβαθ υἱὸν αὐτῆς καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμινα ἐν μέσῳ υἱῶν Φαραω καὶ ἦν Γανηβαθ ἐν μέσῳ υἱῶν Φαραω
21 And when Hadad heard in Egypt that David slept with his fathers, and that Joab the captain of the army was dead: Hadad said to Pharaoh, Dismiss me, that I may go to my own country.
καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ὅτι τέθνηκεν Ιωαβ ὁ ἄρχων τῆς στρατιᾶς καὶ εἶπεν Αδερ πρὸς Φαραω ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου
22 Then said Pharaoh unto him, But what dost thou lack with me, that, behold, thou seekest to go to thy own country? And he answered, Nothing: nevertheless thou must let me go away.
καὶ εἶπεν Φαραω τῷ Αδερ τίνι σὺ ἐλαττονῇ μετ’ ἐμοῦ καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου καὶ εἶπεν αὐτῷ Αδερ ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ
23 And God stirred him up [another] adversary, Rezon the son of Elyada', who had fled from Hadad'ezer the king of Zobah his lord;
24 And he gathered around him some men, and became captain over a band, when David slew those [of Zobah]; and they went to Damascus, and dwelt therein, and reigned in Damascus.
25 And he was an adversary to Israel all the days of Solomon, beside the mischief that Hadad did: and he abhorred Israel, and reigned over Syria.
αὕτη ἡ κακία ἣν ἐποίησεν Αδερ καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ
26 Also Jerobo'am the son of Nebat, an Ephrathite of Zeredah, the name of whose mother was Zeru'ah, a widow woman, was a servant of Solomon, and he lifted up his hand against the king.
καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὁ Εφραθι ἐκ τῆς Σαριρα υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμων
27 And this was the occasion that he lifted up his hand against the king: Solomon built up the Millo, and closed up the breach of the city of David his father.
καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων ᾠκοδόμησεν τὴν ἄκραν συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ
28 And the man Jerobo'am was a mighty man of valor: and Solomon seeing the young man that he was [also] an industrious worker, he appointed him over all the charge of the house of Joseph.
καὶ ὁ ἄνθρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει καὶ εἶδεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ
29 And it came to pass at that time when Jerobo'am went out of Jerusalem, that the prophet Achiyah the Shilonite found him on the way; and he had clad himself with a new garment; and these two were alone by themselves in the field;
καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλθεν ἐξ Ιερουσαλημ καὶ εὗρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ ὁ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ
30 And Achiyah caught hold of the new garment that was on him, and rent it in twelve pieces;
καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ’ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα
31 And he said to Jerobo'am, Take thee ten pieces; for thus hath said the Lord, the God of Israel, Behold, I will rend the kingdom out of the hand of Solomon, and I will give to thee the ten tribes;
καὶ εἶπεν τῷ Ιεροβοαμ λαβὲ σεαυτῷ δέκα ῥήγματα ὅτι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα
32 But the one tribe shall remain for him, on account of my servant David, and on account of Jerusalem, the city which I have chosen out of all the tribes of Israel;
καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ισραηλ
33 For the cause that they have forsaken me, and have bowed down to 'Ashtoreth the divinity of the Zidonians, to Kemosh the god of Moab, and to Milcom the god of the children of 'Ammon, and have not walked in my ways, to do what is right in my eyes, and my statutes and my ordinances, like David his father.
ἀνθ’ ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ
34 Nevertheless will I not take the whole kingdom out of his hand; but I will let him remain prince all the days of his life for the sake of David my servant, whom I chose, who kept my commandments and my statutes;
καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ διὰ Δαυιδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν
35 But I will take the kingdom out of the hand of his son, and I will give it unto thee, even the ten tribes.
καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα
36 And unto his son will I give one tribe; so that there may remain a government for David my servant at all times before me in Jerusalem, the city which I have chosen for me, to put my name there.
τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ
37 But thee will I take, and thou shalt reign over all that thy soul may long for; and thou shalt be king over Israel.
καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ισραηλ
38 And it shall be, if thou wilt hearken unto all that I shall command thee, and wilt walk in my ways, and do what is right in my eyes, to keep my statutes and my commandments, as David my servant did: that I will be with thee, and build thee a permanent house, as I have built for David, and I will give Israel unto thee.
καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυιδ ὁ δοῦλός μου καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν καθὼς ᾠκοδόμησα τῷ Δαυιδ
39 And I will afflict the seed of David for this; but not for all times.
40 Solomon thereupon sought to put Jerobo'am to death; but Jerobo'am arose, and fled into Egypt, unto Shishak the king of Egypt, and remained in Egypt until the death of Solomon.
καὶ ἐζήτησεν Σαλωμων θανατῶσαι τὸν Ιεροβοαμ καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανεν Σαλωμων
41 And the rest of the acts of Solomon, and all that he did and his wisdom, behold, they are written in the book of the history of Solomon.
καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμων καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμων
42 And the days that Solomon reigned in Jerusalem over all Israel were forty years.
καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ τεσσαράκοντα ἔτη
43 And Solomon slept with his fathers, and was buried in the city of David his father; and Rehobo'am his son became king in his stead.
καὶ ἐκοιμήθη Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐγενήθη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάθητο ἐν Αἰγύπτῳ κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ ὁ βασιλεὺς Σαλωμων ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ