< Numbers 5 >

1 And the Lord spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Charge the children of Israel, and let them send forth out of the camp every leper, and every one who has in issue of the reins, and every one who is unclean from a dead body.
πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ
3 Whether male or female, send them forth out of the camp; and they shall not defile their camps in which I dwell among them.
ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς
4 And the children of Israel did so, and sent them out of the camp: as the Lord said to Moses, so did the children of Israel.
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
5 And the Lord spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
6 Speak to the children of Israel, saying, Every man or woman who shall commit any sin that is common to man, or if that soul shall in anyway have neglected the commandment and transgressed;
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἀνὴρ ἢ γυνή ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη
7 [that person] shall confess the sin which he has committed, and shall make satisfaction for his trespass: he [shall pay] the principal, and shall add to it the fifth part, and shall make restoration to him against whom he has trespassed.
ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ’ αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ
8 But if a man have no near kinsman, so as to make satisfaction for his trespass to him, the trespass-offering paid to the Lord shall be for the priest, besides the ram of atonement, by which he shall make atonement with it for him.
ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίῳ τῷ ἱερεῖ ἔσται πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δῑ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ
9 And every first fruits in all the sanctified things among the children of Israel, whatever they shall offer to the Lord, shall be for the priest himself.
καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ισραηλ ὅσα ἂν προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ αὐτῷ ἔσται
10 And the hallowed things of every man shall be his; and whatever man shall give [any thing] to the priest, the gift shall be his.
καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ αὐτῷ ἔσται
11 And the Lord spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
12 Speak to the children of Israel, and you shall say to them, Whosesoever wife shall transgress against him, and slight and despise him,
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα
13 and [supposing] any one shall lie with her carnally, and the thing shall be hid from the eyes of her husband, and she should conceal it and be herself defiled, and there be no witness with her, and she should not be taken;
καὶ κοιμηθῇ τις μετ’ αὐτῆς κοίτην σπέρματος καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ αὐτὴ δὲ ᾖ μεμιαμμένη καὶ μάρτυς μὴ ἦν μετ’ αὐτῆς καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη
14 and there should come upon him a spirit of jealousy, and he should be jealous of his wife, and she be defiled; or there should come upon him a spirit of jealousy, and he should be jealous of his wife, and she should not be defiled;
καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μεμίανται ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μὴ ᾖ μεμιαμμένη
15 then shall the man bring his wife to the priest, and shall bring his gift for her, the tenth part of an ephah of barley-meal: he shall not pour oil upon it, neither shall he put frankincense upon it; for it is a sacrifice of jealousy, a sacrifice of memorial, recalling sin to remembrance.
καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς τὸ δέκατον τοῦ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν
16 And the priest shall bring her, and cause her to stand before the Lord.
καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου
17 And the priest shall take pure running water in an earthen vessel, and he shall take of the dust that is on the floor of the tabernacle of witness, and the priest having taken it shall cast it into the water.
καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ
18 And the priest shall cause the woman to stand before the Lord, and shall uncover the head of the woman, and shall put into her hands the sacrifice of memorial, the sacrifice of jealousy; and in the hand of the priest shall be the water of this conviction that brings the curse.
καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου τὴν θυσίαν τῆς ζηλοτυπίας ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου
19 And the priest shall adjure her, and shall say to the woman, If no one has lain with you, and if you have not transgressed so as to be polluted, being under the power of your husband, be free from this water of the conviction that causes the curse.
καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου
20 But if being a married woman you have transgressed, or been polluted, and any one has lain with you, beside your husband:
εἰ δὲ σὺ παραβέβηκας ὑπ’ ἀνδρὸς οὖσα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου
21 then the priest shall adjure the woman by the oaths of this curse, and the priest shall say to the woman, The Lord bring you into a curse and under an oath in the midst of your people, in that the Lord should cause your thigh to rot and your belly to swell;
καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί δῴη κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην
22 and this water bringing the curse shall enter into your womb to cause your belly to swell, and your thigh to rot. And the woman shall say, So be it, So be it.
καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου καὶ ἐρεῖ ἡ γυνή γένοιτο γένοιτο
23 And the priest shall write these curses in a book, and shall blot them out with the water of the conviction that brings the curse.
καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου
24 And he shall cause the woman to drink the water of the conviction that brings the curse; and the water of the conviction that brings the curse shall enter into her.
καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ
25 And the priest shall take from the hand of the woman the sacrifice of jealousy, and shall present the sacrifice before the Lord, and shall bring it to the altar.
καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον
26 And the priest shall take a handful of the sacrifice as a memorial of it, and shall offer it up upon the altar; and afterwards he shall cause the woman to drink the water.
καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ
27 And it shall come to pass, if she be defiled, and have altogether escaped the notice of her husband, then the water of the conviction that brings the curse shall enter into her; and she shall swell in her belly, and her thigh shall rot, and the woman shall be for a curse in the midst of her people.
καὶ ἔσται ἐὰν ᾖ μεμιαμμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν ἐν τῷ λαῷ αὐτῆς
28 But if the woman have not been polluted, and be clean, then shall she be guiltless and shall conceive seed.
ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα
29 This is the law of jealousy, wherein a married woman should happen to transgress, and be defiled;
οὗτος ὁ νόμος τῆς ζηλοτυπίας ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὑπ’ ἀνδρὸς οὖσα καὶ μιανθῇ
30 or in the case of a man on whoever the spirit of jealousy should come, and he should be jealous of his wife, and he should place his wife before the Lord, and the priest shall execute towards her all this law.
ἢ ἄνθρωπος ᾧ ἐὰν ἐπέλθῃ ἐπ’ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου καὶ ποιήσει αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον
31 Then the man shall be clear from sin, and that woman shall bear her sin.
καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς

< Numbers 5 >