< Joshua 12 >
1 And these [are] the kings of the land, whom the children of Israel killed, and inherited their land beyond Jordan from the east, from the valley of Arnon to the mount of Aermon, and all the land of Araba on the east.
καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ’ ἀνατολῶν
2 Seon king of the Amorites, who lived in Esebon, ruling from Arnon, which is in the valley, on the side of the valley, and half of Galaad as far as Jaboc, the borders of the children of Ammon.
Σηων τὸν βασιλέα τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱῶν Αμμων
3 And Araba as far as the sea of Chenereth eastward, and as far as the sea of Araba; the salt sea eastward [by] the way to Asimoth, from Thaeman under Asedoth Phasga.
καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα
4 And Og king of Basan, who lived in Astaroth and in Edrain, was left of the giants
καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
5 ruling from mount Aermon and from Secchai, and [over] all the land of Basan to the borders of Gergesi, and Machi, and the half of Galaad of the borders of Seon king of Esebon.
ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων
6 Moses the servant of the Lord and the children of Israel struck them; and Moses gave them by way of inheritance to Ruben, and Gad, and to the half tribe of Manasse.
Μωυσῆς ὁ παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση
7 And these [are] the kings of the Amorites, whom Joshua and the children of Israel killed beyond Jordan by the sea of Balagad in the plain of Libanus, and as far as the mountain of Chelcha, as men go up to Seir: and Joshua gave it to the tribes of Israel to inherit according to their portion;
καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν
8 in the mountain, and in the plain, and in Araba, and in Asedoth, and in the wilderness, and Nageb; the Chettite, and the Amorite, and the Chananite, and the Pherezite, and the Evite, and the Jebusite.
ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Ιεβουσαῖον
9 The king of Jericho, and the king of Gai, which is near Baethel;
τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι ἥ ἐστιν πλησίον Βαιθηλ
10 the king of Jerusalem, the king of Chebron,
βασιλέα Ιερουσαλημ βασιλέα Χεβρων
11 the king of Jerimuth, the king of Lachis;
βασιλέα Ιεριμουθ βασιλέα Λαχις
12 the king of Aelam, the king of Gazer;
βασιλέα Αιλαμ βασιλέα Γαζερ
13 the king of Dabir, the king of Gader:
βασιλέα Δαβιρ βασιλέα Γαδερ
14 the king of Hermath, the king of Ader;
βασιλέα Ερμαθ βασιλέα Αραθ
15 the king of Lebna, the king of Odollam,
βασιλέα Λεβνα βασιλέα Οδολλαμ
17 the king of Taphut, the king of Opher,
βασιλέα Ταφουγ βασιλέα Οφερ
18 the king of Ophec of Aroc,
βασιλέα Αφεκ τῆς Σαρων
20 the king of Symoon, the king of Mambroth, the king of Aziph,
βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα Αζιφ
21 the king of Cades, the king of Zachac,
βασιλέα Καδης βασιλέα Ταναχ
22 the king of Maredoth, the king of Jecom of Chermel,
βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ τοῦ Χερμελ
23 the king of Odollam [belonging to] Phennealdor, the king of Gei of Galilee:
βασιλέα Δωρ τοῦ Ναφεδδωρ βασιλέα Γωιμ τῆς Γαλιλαίας
24 the king of Thersa: all these [were] twenty-nine kings.
βασιλέα Θαρσα πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα