< Job 1 >
1 There was a certain man in the land of Ausis, whose name [was] Job; and than man was true, blameless, righteous, [and] godly, abstaining from everything evil.
ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αυσίτιδι ᾧ ὄνομα Ιωβ καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός ἄμεμπτος δίκαιος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος
2 And he had seven sons and three daughters.
ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς
3 And his cattle consisted of seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred she-asses in the pastures, and a very great household, and he had a great husbandry on the earth; and that man was [most] noble of the [men] of the east.
καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύγη βοῶν πεντακόσια ὄνοι θήλειαι νομάδες πεντακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν
4 And his sons visiting one another prepared a banquet every day, taking with them also their three sisters to eat and drink with them.
συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ’ ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ’ αὐτῶν
5 And when the days of the banquet were completed, Job sent and purified them, having risen up in the morning, and offered sacrifices for them, according to their number, and one calf for a sin-offering for their souls: for Job said, Lest perhaps my sons have thought evil in their minds against God. Thus, then Job did continually.
καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωὶ καὶ προσέφερεν περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν ἔλεγεν γὰρ Ιωβ μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν οὕτως οὖν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας
6 And it came to pass on a day, that behold, the angels of God came to stand before the Lord, and the devil came with them.
καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν μετ’ αὐτῶν
7 And the Lord said to the devil, Whence are you come? And the devil answered the Lord, and said, I am come from compassing the earth, and walking up and down in the world.
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν παραγέγονας καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι
8 And the Lord said to him, Hast you diligently considered my servant Job, that there is none like him on the earth, a man blameless, true, godly, abstaining from everything evil?
καὶ εἶπεν αὐτῷ ὁ κύριος προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ιωβ ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος ἀληθινός θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος
9 Then the devil answered, and said before the Lord, Does Job worship the Lord for nothing?
ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν
10 Hast you not made a hedge about him, and about his household, and all his possessions round about? and have you not blessed the works of his hands, and multiplied his cattle upon the land?
οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς
11 But put forth your hand, and touch all that he has: verily he will bless you to [your] face.
ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
12 Then the Lord said to the devil, Behold, I give into your hand all that he has, but touch not himself. So the devil went out from the presence of the Lord.
τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου ἀλλὰ αὐτοῦ μὴ ἅψῃ καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου
13 And it came to pass on a certain day, that Job's sons and his daughters were drinking wine in the house of their elder brother.
καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου
14 And, behold, there came a messenger to Job, and said to him, The yokes of oxen were plowing, and the she-asses were feeding near them;
καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ιωβ καὶ εἶπεν αὐτῷ τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν
15 and the spoilers came and took them for a prey, and killed the servants with the sword; and I having escaped alone am come to tell you.
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
16 While he was yet speaking, there came another messenger, and said to Job, Fire has fallen from heaven, and burnt up the sheep, and devoured the shepherds like wise; and I having escaped alone am come to tell you.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
17 While he was yet speaking, there came another messenger, and said to Job, The horsemen formed three companies against us, and surrounded the camels, and took them for a prey, and killed the servants with the sword; and I only escaped, and am come to tell you.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
18 While he is yet speaking, another messenger comes, saying to Job, While your sons and your daughters were eating and drinking with their elder brother,
ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ιωβ τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ
19 suddenly a great wind came on from the desert, and caught the four corners of the house, and the house fell upon your children, and they are dead; and I have escaped alone, and am come to tell you.
ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
20 So Job arose, and tore his garments, and shaved the hair of his head, and fell on the earth, and worshipped,
οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν
21 and said, I myself came forth naked from my mother's womb, and naked shall I return there; the Lord gave, the Lord has taken away: as it seemed good to the Lord, so has it come to pass; blessed be the name of the Lord.
αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ ὁ κύριος ἔδωκεν ὁ κύριος ἀφείλατο ὡς τῷ κυρίῳ ἔδοξεν οὕτως καὶ ἐγένετο εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
22 In all these events that befell him Job sinned not at all before the Lord, and did not impute folly to God.
ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιωβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ