< Deuteronomy 23 >
1 He that is fractured or mutilated in his private parts shall not enter into the assembly of the Lord.
οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου
2 [One born] of a harlot shall not enter into the assembly of the Lord.
οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου
3 The Ammanite and Moabite shall not enter into the assembly of the Lord, even until the tenth generation he shall not enter into the assembly of the Lord, even for ever:
οὐκ εἰσελεύσεται Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν κυρίου καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα
4 because they met you not with bread and water by the way, when you went out of Egypt; and because they hired against you Balaam the son of Beor of Mesopotamia to curse you.
παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεωρ ἐκ τῆς Μεσοποταμίας καταράσασθαί σε
5 But the Lord your God would not listen to Balaam; and the Lord your God changed the curses into blessings, because the Lord your God loved you.
καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου εἰσακοῦσαι τοῦ Βαλααμ καὶ μετέστρεψεν κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν ὅτι ἠγάπησέν σε κύριος ὁ θεός σου
6 You shall not speak peaceably or profitably to them all your days for ever.
οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα
7 You shall not abhor an Edomite, because he is your brother; you shall not abhor an Egyptian, because you were a stranger in his land.
οὐ βδελύξῃ Ιδουμαῖον ὅτι ἀδελφός σού ἐστιν οὐ βδελύξῃ Αἰγύπτιον ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ
8 If sons be born to them, in the third generation they shall enter into the assembly of the Lord.
υἱοὶ ἐὰν γενηθῶσιν αὐτοῖς γενεὰ τρίτη εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου
9 And if you should go forth to engage with your enemies, then you shall keep you from every wicked thing.
ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ
10 If there should be in you a man who is not clean by reason of his issue by night, then he shall go forth out of the camp, and he shall not enter into the camp.
ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτός καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν
11 And it shall come to pass toward evening he shall wash his body with water, and when the sun has gone down, he shall go into the camp.
καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν
12 And you shall have a place outside of the camp, and you shall go out there,
καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω
13 and you shall have a trowel on your girdle; and it shall come to pass when you would relieve yourself abroad, that you shall dig with it, and shall bring back the earth and cover your nuisance.
καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ
14 Because the Lord your God walks in your camp to deliver you, and to give up your enemy before your face; and your camp shall be holy, and there shall not appear in you a disgraceful thing, and [so] he shall turn away from you.
ὅτι κύριος ὁ θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου καὶ ἔσται ἡ παρεμβολή σου ἁγία καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ
15 You shall not deliver a servant to his master, who [coming] from his master attaches himself to you.
οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ
16 He shall dwell with you, he shall dwell among you where he shall please; you shall not afflict him.
μετὰ σοῦ κατοικήσει ἐν ὑμῖν κατοικήσει ἐν παντὶ τόπῳ οὗ ἐὰν ἀρέσῃ αὐτῷ οὐ θλίψεις αὐτόν
17 There shall not be a harlot of the daughters of Israel, and there shall not be a fornicator of the sons of Israel; there shall not be an idolatress of the daughters of Israel, and there shall not be an initiated person of the sons of Israel.
οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ισραηλ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ισραηλ
18 You shall not bring the hire of a harlot, nor the price of a dog into the house of the Lord your God, for any vow; because even both are an abomination to the Lord your God.
οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου πρὸς πᾶσαν εὐχήν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα
19 You shall not lend to your brother on usury of silver, or usury of meat, or usury of any thing which you may lend out.
οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκδανείσῃς
20 You may lend on usury to a stranger, but to your brother you shall not lend on usury; that the Lord your God may bless you in all your works upon the land, into which you are entering to inherit it.
τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
21 And if you will vow a vow to the Lord your God, you shall not delay to pay it; for the Lord your God will surely require it of you, and [otherwise] it shall be sin in you.
ἐὰν δὲ εὔξῃ εὐχὴν κυρίῳ τῷ θεῷ σου οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν ὅτι ἐκζητῶν ἐκζητήσει κύριος ὁ θεός σου παρὰ σοῦ καὶ ἔσται ἐν σοὶ ἁμαρία
22 But if you should be unwilling to vow, it is not sin in you.
ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία
23 You shall observe the words that proceed from between your lips; and as you have vowed a gift to the Lord God, [so] shall you do that which you have spoken with your mouth.
τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον εὔξω κυρίῳ τῷ θεῷ σου δόμα ὃ ἐλάλησας τῷ στόματί σου
24 And if you should go into the corn field of your neighbor, then you may gather the ears with your hands; but you shall not put the sickle to your neighbor's corn.
ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξεις ἐν ταῖς χερσίν σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου
25 And if you should go into the vineyard of your neighbor, you shall eat grapes sufficient to satisfy your desire; but you may not put them into a vessel.
ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς