< Chronicles II 33 >

1 Manasses was twelve years old when he began to reign, and he reigned fifty-five years in Jerusalem.
ὢν δέκα δύο ἐτῶν Μανασσης ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
2 And he did that which was evil in the sight of the Lord, according to all the abominations of the heathen, whom the Lord destroyed from before the face of the children of Israel.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ
3 And he returned and built the high places, which his father Ezekias had pulled down, and set up images to Baalim, and made groves, and worshipped all the host of heaven, and served them.
καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἔστησεν στήλας ταῖς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς
4 And he built altars in the house of the Lord, concerning which the Lord said, In Jerusalem shall be my name for ever.
καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ κυρίου οὗ εἶπεν κύριος ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα
5 And he built altars to all the host of heaven in the two courts of the house of the Lord.
καὶ ᾠκοδόμησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου
6 He also passed his children through the fire in the valley of Benennom; and he divined, and used auspices, and sorceries, and appointed those who had divining spirits, and enchanters, and wrought abundant wickedness before the Lord, to provoke him.
καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γαι‐βαναι‐εννομ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδούς ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ παροργίσαι αὐτόν
7 And he set the graven [image], the molten [statue], the idol which he made, in the house of God, of which God had said to David and to Solomon his son, In this house, and Jerusalem, which I have chosen out of all the tribes of Israel, I will put my name for ever;
καὶ ἔθηκεν τὸ γλυπτὸν καὶ τὸ χωνευτόν εἰκόνα ἣν ἐποίησεν ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων υἱὸν αὐτοῦ ἐν τῷ οἴκῳ τούτῳ καὶ Ιερουσαλημ ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ισραηλ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα
8 and I will not again remove the foot of Israel from the land which I gave to their fathers, if only they will take heed to do all things which I have commanded them, according to all the law and the ordinances and the judgments [given] by the hand of Moses.
καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ
9 So Manasses led astray Juda and the inhabitants of Jerusalem, to do evil beyond all the nations which the Lord cast out from before the children of Israel.
καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
10 And the Lord spoke to Manasses, and to his people: but they listened not.
καὶ ἐλάλησεν κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ οὐκ ἐπήκουσαν
11 And the Lord brought upon them the captains of the host of the king of Assyria, and they took Manasses in bonds, and bound him in fetters, and brought him to Babylon.
καὶ ἤγαγεν κύριος ἐπ’ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ασσουρ καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα
12 And when he was afflicted, he sought the face of the Lord his God, and was greatly humbled before the face of the God of his fathers;
καὶ ὡς ἐθλίβη ἐζήτησεν τὸ πρόσωπον κυρίου τοῦ θεοῦ αὐτοῦ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦ
13 and he prayed to him: and he listened to him, and listened to his cry, and brought him back to Jerusalem to his kingdom: and Manasses knew that the Lord he is God.
καὶ προσηύξατο πρὸς αὐτόν καὶ ἐπήκουσεν αὐτοῦ καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἔγνω Μανασσης ὅτι κύριος αὐτός ἐστιν ὁ θεός
14 And afterward he built a wall without the city of David, from the southwest southward in the valleys and at the entrance through the fish-gate, as men go out by the gate round about, even as far as Opel: and he raised it much, and set captains of the host in all the fortified cities in Juda.
καὶ μετὰ ταῦτα ᾠκοδόμησεν τεῖχος ἔξω τῆς πόλεως Δαυιδ ἀπὸ λιβὸς κατὰ Γιων ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς τὸ Οφλα καὶ ὕψωσεν σφόδρα καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ιουδα
15 And he removed the strange gods, and the graven [image] out of the house of the Lord, and all the altars which he had built in the mount of the house of the Lord, and in Jerusalem, and without the city.
καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου κυρίου καὶ πάντα τὰ θυσιαστήρια ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου κυρίου καὶ ἐν Ιερουσαλημ καὶ ἔξω τῆς πόλεως
16 And he repaired the altar of the Lord, and offered upon it a sacrifice of peace-offering and thank-offering, and he told Juda to serve the Lord God of Israel.
καὶ κατώρθωσεν τὸ θυσιαστήριον κυρίου καὶ ἐθυσίασεν ἐπ’ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπεν τῷ Ιουδα τοῦ δουλεύειν κυρίῳ θεῷ Ισραηλ
17 Nevertheless the people still sacrificed on the high places, only to the Lord their God.
πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν πλὴν κύριος ὁ θεὸς αὐτῶν
18 And the rest of the acts of Manasses, and his prayer to God, and the words of the seers that spoke to him in the name of the God of Israel,
καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ’ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἰδοὺ ἐπὶ λόγων
19 behold, [they are] in the account of his prayer; and [God] listened to him. And all his sins, and his backslidings, and the spots on which he built the high places, and set there groves and graven images, before he repented, behold, they are written in the books of the seers.
προσευχῆς αὐτοῦ καὶ ὡς ἐπήκουσεν αὐτοῦ καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ αἱ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι ἐφ’ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων
20 And Manasses slept with his fathers, and they buried him in the garden of his house: and Amon his son reigned in his stead.
καὶ ἐκοιμήθη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αμων υἱὸς αὐτοῦ
21 Amon was twenty and two years old when he began to reign, and he reigned two years in Jerusalem.
ὢν εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
22 And he did that which was evil in the sight of the Lord, as his father Manasses did: and Amon sacrificed to all the idols which his father Manasses had made, and served them.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ καὶ πᾶσιν τοῖς εἰδώλοις οἷς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ ἔθυεν Αμων καὶ ἐδούλευσεν αὐτοῖς
23 And he was not humbled before the Lord as his father Manasses was humbled; for his son Amon abounded in transgression.
καὶ οὐκ ἐταπεινώθη ἐναντίον κυρίου ὡς ἐταπεινώθη Μανασσης ὁ πατὴρ αὐτοῦ ὅτι υἱὸς αὐτοῦ Αμων ἐπλήθυνεν πλημμέλειαν
24 And his servants conspired against him, and killed him in his house.
καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ
25 And the people of the land killed the men who had conspired against king Amon; and the people of the land made Josias his son king in his stead.
καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ

< Chronicles II 33 >