< 2 Corinthians 3 >

1 Do we begin again to commend ourselves? or need we, as some others, epistles of commendation to you, or letters of commendation from you?
Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν ⸀ἢμὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν
2 Ye are our epistle written in our hearts, known and read of all men:
ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·
3 Forasmuch as ye are manifestly declared to be the epistle of the Messiah ministered by us, written not with ink, but with the Spirit of the living Elohim; not in tables of stone, but in fleshy tables of the heart.
φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις.
4 And such trust have we through the Messiah toward YHWH:
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.
5 Not that we are sufficient of ourselves to think any thing as of ourselves; but our sufficiency is of YHWH;
οὐχ ὅτι ⸂ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
6 Who also hath made us able ministers of the new testament; not of the letter, but of the spirit: for the letter killeth, but the spirit giveth life.
ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
7 But if the ministration of death, written and engraven in stones, was glorious, so that the children of Israel could not stedfastly behold the face of Moses for the glory of his countenance; which glory was to be done away:
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν⸀ἐντετυπωμένηλίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
8 How shall not the ministration of the spirit be rather glorious?
πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
9 For if the ministration of condemnation be glory, much more doth the ministration of righteousness exceed in glory.
εἰ γὰρ ⸂τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνηςδόξῃ.
10 For even that which was made glorious had no glory in this respect, by reason of the glory that excelleth.
καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεντῆς ὑπερβαλλούσης δόξης·
11 For if that which is done away was glorious, much more that which remaineth is glorious.
εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12 Seeing then that we have such hope, we use great plainness of speech:
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
13 And not as Moses, which put a vail over his face, that the children of Israel could not stedfastly look to the end of that which is abolished:
καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
14 But their minds were blinded: for until this day remaineth the same vail untaken away in the reading of the old testament; which vail is done away in the Messiah.
ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέραςτὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτιἐν Χριστῷ καταργεῖται,
15 But even unto this day, when Moses is read, the vail is upon their heart.
ἀλλʼ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
16 Nevertheless when it shall turn to YHWH, the vail shall be taken away.
ἡνίκα ⸂δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
17 Now YHWH is that Spirit: and where the Spirit of YHWH is, there is liberty.
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου ἐλευθερία.
18 But we all, with open face beholding as in a glass the glory of YHWH, are changed into the same image from glory to glory, even as by the Spirit of YHWH.
ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

< 2 Corinthians 3 >