< Luke 14 >
1 And it came to pass, as he went into the house of one of the chief Pharisees to eat bread on the sabbath day, that they watched him.
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
2 And, behold, there was a certain man before him which had the dropsy.
καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
3 And Jesus answering spoke to the lawyers and Pharisees, saying, Is it lawful to heal on the sabbath day?
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· (εἰ *k*) ἔξεστιν τῷ σαββάτῳ (θεραπεῦσαι *N(k)O*) (ἢ οὔ; *NO*)
4 And they held their peace. And he took him, and healed him, and let him go;
οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
5 And answered them, saying, Which of you shall have an ass or an ox fallen into a pit, and will not straightway pull him out on the sabbath day?
Καὶ (ἀποκριθεὶς *k*) πρὸς αὐτοὺς εἶπεν· τίνος ὑμῶν (υἱὸς *N(K)O*) ἢ βοῦς εἰς φρέαρ (πεσεῖται, *N(k)O*) καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν (τῇ *ko*) ἡμέρᾳ τοῦ σαββάτου;
6 And they could not answer him again to these things.
καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι (αὐτῷ *k*) πρὸς ταῦτα.
7 And he put forth a parable to those which were bidden, when he marked how they chose out the chief rooms; saying to them,
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολὴν ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
8 When you are bidden of any man to a wedding, sit not down in the highest room; lest a more honorable man than you be bidden of him;
ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,
9 And he that bade you and him come and say to you, Give this man place; and you begin with shame to take the lowest room.
καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον. καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
10 But when you are bidden, go and sit down in the lowest room; that when he that bade you comes, he may say to you, Friend, go up higher: then shall you have worship in the presence of them that sit at meat with you.
ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς (ἀνάπεσε *N(k)O*) εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, (ἐρεῖ *N(k)O*) σοι· φίλε, προσανάβηθι ἀνώτερον. τότε ἔσται σοι δόξα ἐνώπιον (πάντων *NO*) τῶν συνανακειμένων σοι.
11 For whoever exalts himself shall be abased; and he that humbles himself shall be exalted.
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12 Then said he also to him that bade him, When you make a dinner or a supper, call not your friends, nor your brothers, neither your kinsmen, nor your rich neighbors; lest they also bid you again, and a recompense be made you.
Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους μήποτε μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
13 But when you make a feast, call the poor, the maimed, the lame, the blind:
ἀλλ᾽ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς.
14 And you shall be blessed; for they cannot recompense you: for you shall be recompensed at the resurrection of the just.
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 And when one of them that sat at meat with him heard these things, he said to him, Blessed is he that shall eat bread in the kingdom of God.
Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος (ὅστις *N(k)O*) φάγεται (ἄρτον *NK(o)*) ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
16 Then said he to him, A certain man made a great supper, and bade many:
Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπός τις (ἐποίει *N(k)O*) δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς·
17 And sent his servant at supper time to say to them that were bidden, Come; for all things are now ready.
καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν (πάντα. *KO*)
18 And they all with one consent began to make excuse. The first said to him, I have bought a piece of ground, and I must needs go and see it: I pray you have me excused.
καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. Ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην (ἐξελθὼν *N(k)O*) (καὶ *k*) ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19 And another said, I have bought five yoke of oxen, and I go to prove them: I pray you have me excused.
καὶ ἕτερος εἶπεν· ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
20 And another said, I have married a wife, and therefore I cannot come.
καὶ ἕτερος εἶπεν· γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
21 So that servant came, and showed his lord these things. Then the master of the house being angry said to his servant, Go out quickly into the streets and lanes of the city, and bring in here the poor, and the maimed, and the halt, and the blind.
καὶ παραγενόμενος ὁ δοῦλος (ἐκεῖνος *k*) ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
22 And the servant said, Lord, it is done as you have commanded, and yet there is room.
καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν (ὃ *N(k)O*) ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
23 And the lord said to the servant, Go out into the highways and hedges, and compel them to come in, that my house may be filled.
καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν ἵνα γεμισθῇ μου ὁ οἶκος.
24 For I say to you, That none of those men which were bidden shall taste of my supper.
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου (πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί. *O*)
25 And there went great multitudes with him: and he turned, and said to them,
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
26 If any man come to me, and hate not his father, and mother, and wife, and children, and brothers, and sisters, yes, and his own life also, he cannot be my disciple.
εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα (ἑαυτοῦ *NK(o)*) καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι (τε *N(k)O*) καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
27 And whoever does not bear his cross, and come after me, cannot be my disciple.
(καὶ *ko*) ὅστις οὐ βαστάζει τὸν σταυρὸν (ἑαυτοῦ *NK(o)*) καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28 For which of you, intending to build a tower, sits not down first, and counts the cost, whether he have sufficient to finish it?
Τίς γὰρ ἐξ ὑμῶν (ὁ *o*) θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει (τὰ *k*) (εἰς *N(k)O*) ἀπαρτισμόν;
29 Lest haply, after he has laid the foundation, and is not able to finish it, all that behold it begin to mock him,
ἵνα μήποτε μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
30 Saying, This man began to build, and was not able to finish.
λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
31 Or what king, going to make war against another king, sits not down first, and consults whether he be able with ten thousand to meet him that comes against him with twenty thousand?
ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον (βουλεύσεται *N(k)O*) εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν (ὑπαντῆσαι *N(k)O*) τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
32 Or else, while the other is yet a great way off, he sends an ambassador, and desires conditions of peace.
εἰ δὲ μή γε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33 So likewise, whoever he be of you that forsakes not all that he has, he cannot be my disciple.
Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
34 Salt is good: but if the salt have lost his flavor, with which shall it be seasoned?
Καλὸν (οὖν *NO*) τὸ ἅλας· ἐὰν δὲ (καὶ *no*) τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35 It is neither fit for the land, nor yet for the dunghill; but men cast it out. He that has ears to hear, let him hear.
οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.