< Hebrews 1 >
1 God, who at sundry times and in divers manners spoke in time past to the fathers by the prophets,
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
2 Has in these last days spoken to us by his Son, whom he has appointed heir of all things, by whom also he made the worlds; (aiōn )
ἐπ᾽ (ἐσχάτου *N(k)O*) τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας, (aiōn )
3 Who being the brightness of his glory, and the express image of his person, and upholding all things by the word of his power, when he had by himself purged our sins, sat down on the right hand of the Majesty on high:
ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ (δι᾽ ἑαυτοῦ, *KO*) καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος (ἡμῶν *K*) ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς
4 Being made so much better than the angels, as he has by inheritance obtained a more excellent name than they.
τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
5 For to which of the angels said he at any time, You are my Son, this day have I begotten you? And again, I will be to him a Father, and he shall be to me a Son?
Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6 And again, when he brings in the first-begotten into the world, he says, And let all the angels of God worship him.
ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
7 And of the angels he says, Who makes his angels spirits, and his ministers a flame of fire.
καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8 But to the Son he says, Your throne, O God, is for ever and ever: a scepter of righteousness is the scepter of your kingdom. (aiōn )
πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· (καὶ *no*) ἡ ῥάβδος (τῆς *no*) εὐθύτητος ῥάβδος τῆς βασιλείας (σου. *NK(O)*) (aiōn )
9 You have loved righteousness, and hated iniquity; therefore God, even your God, has anointed you with the oil of gladness above your fellows.
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
10 And, You, Lord, in the beginning have laid the foundation of the earth; and the heavens are the works of your hands:
καὶ σὺ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11 They shall perish; but you remain; and they all shall wax old as does a garment;
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12 And as a clothing shall you fold them up, and they shall be changed: but you are the same, and your years shall not fail.
καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς (ὡς ἱμάτιον *NO*) καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
13 But to which of the angels said he at any time, Sit on my right hand, until I make your enemies your footstool?
πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14 Are they not all ministering spirits, sent forth to minister for them who shall be heirs of salvation?
οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;