< Hebrews 6 >
1 Therefore leaving the principles of the doctrine of Christ, let us go on to perfection; not laying again the foundation of repentance from dead works, and of faith toward God,
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα· μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,
2 Of the doctrine of baptisms, and of laying on of hands, and of resurrection of the dead, and of eternal judgment. (aiōnios )
βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς [τε] νεκρῶν, καὶ κρίματος αἰωνίου. (aiōnios )
3 And this will we do, if God permit.
καὶ τοῦτο ποιήσομεν, ἐάν περ ἐπιτρέπῃ ὁ θεός.
4 For it is impossible for those who were once enlightened, and have tasted of the heavenly gift, and were made partakers of the Holy Ghost,
ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου,
5 And have tasted the good word of God, and the powers of the world to come, (aiōn )
καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, (aiōn )
6 If they shall fall away, to renew them again to repentance; seeing they crucify to themselves the Son of God afresh, and put him to an open shame.
καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.
7 For the earth which drinks in the rain that comes oft on it, and brings forth herbs meet for them by whom it is dressed, receives blessing from God:
γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·
8 But that which bears thorns and briers is rejected, and is near to cursing; whose end is to be burned.
ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
9 But, beloved, we are persuaded better things of you, and things that accompany salvation, though we thus speak.
Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.
10 For God is not unrighteous to forget your work and labor of love, which you have showed toward his name, in that you have ministered to the saints, and do minister.
οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
11 And we desire that every one of you do show the same diligence to the full assurance of hope to the end:
ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους·
12 That you be not slothful, but followers of them who through faith and patience inherit the promises.
ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
13 For when God made promise to Abraham, because he could swear by no greater, he swore by himself,
τῷ γὰρ Ἀβραὰμ ἐπαγ γειλάμενος ὁ θεός, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ᾽ ἑαυτοῦ,
14 Saying, Surely blessing I will bless you, and multiplying I will multiply you.
λέγων, Εἰ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε·
15 And so, after he had patiently endured, he obtained the promise.
καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
16 For men truly swear by the greater: and an oath for confirmation is to them an end of all strife.
ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
17 Wherein God, willing more abundantly to show to the heirs of promise the immutability of his counsel, confirmed it by an oath:
ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
18 That by two immutable things, in which it was impossible for God to lie, we might have a strong consolation, who have fled for refuge to lay hold on the hope set before us:
ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
19 Which hope we have as an anchor of the soul, both sure and steadfast, and which enters into that within the veil;
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλήν τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
20 Where the forerunner is for us entered, even Jesus, made an high priest for ever after the order of Melchisedec. (aiōn )
ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. (aiōn )