< Micah 6 >
1 Hear ye now what the LORD saith: Arise, contend thou before the mountains, and let the hills hear thy voice.
ἀκούσατε δὴ λόγον κυρίου κύριος εἶπεν ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου
2 Hear, O ye mountains, the LORD'S controversy, and ye enduring rocks, the foundations of the earth; for the LORD hath a controversy with His people, and He will plead with Israel.
ἀκούσατε βουνοί τὴν κρίσιν τοῦ κυρίου καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ καὶ μετὰ τοῦ Ισραηλ διελεγχθήσεται
3 O My people, what have I done unto thee? And wherein have I wearied thee? Testify against Me.
λαός μου τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι ἀποκρίθητί μοι
4 For I brought thee up out of the land of Egypt, and redeemed thee out of the house of bondage, and I sent before thee Moses, Aaron, and Miriam.
διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ααρων καὶ Μαριαμ
5 O My people, remember now what Balak king of Moab devised, and what Balaam the son of Beor answered him; from Shittim unto Gilgal, that ye may know the righteous acts of the LORD.
λαός μου μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλακ βασιλεὺς Μωαβ καὶ τί ἀπεκρίθη αὐτῷ Βαλααμ υἱὸς τοῦ Βεωρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγαλ ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ κυρίου
6 'Wherewith shall I come before the LORD, and bow myself before God on high? Shall I come before Him with burnt-offerings, with calves of a year old?
ἐν τίνι καταλάβω τὸν κύριον ἀντιλήμψομαι θεοῦ μου ὑψίστου εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις
7 Will the LORD be pleased with thousands of rams, with ten thousands of rivers of oil? Shall I give my first-born for my transgression, the fruit of my body for the sin of my soul?'
εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων εἰ δῶ πρωτότοκά μου ἀσεβείας καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου
8 It hath been told thee, O man, what is good, and what the LORD doth require of thee: only to do justly, and to love mercy, and to walk humbly with thy God.
εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου
9 Hark! the LORD crieth unto the city — and it is wisdom to have regard for Thy name — hear ye the rod, and who hath appointed it.
φωνὴ κυρίου τῇ πόλει ἐπικληθήσεται καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ ἄκουε φυλή καὶ τίς κοσμήσει πόλιν
10 Are there yet the treasures of wickedness in the house of the wicked, and the scant measure that is abominable?
μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία
11 'Shall I be pure with wicked balances, and with a bag of deceitful weights?'
εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάθμια δόλου
12 For the rich men thereof are full of violence, and the inhabitants thereof have spoken lies, and their tongue is deceitful in their mouth.
ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψευδῆ καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν
13 Therefore I also do smite thee with a grievous wound; I do make thee desolate because of thy sins.
καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου
14 Thou shalt eat, but not be satisfied; and thy sickness shall be in thine inward parts; and thou shalt conceive, but shalt not bring forth; and whomsoever thou bringest forth will I give up to the sword.
σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει καὶ οὐ μὴ διασωθῇς καὶ ὅσοι ἐὰν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται
15 Thou shalt sow, but shalt not reap; thou shalt tread the olives, but shalt not anoint thee with oil; and the vintage, but shalt not drink wine.
σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον καὶ οἶνον καὶ οὐ μὴ πίητε καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου
16 For the statutes of Omri are kept, and all the works of the house of Ahab, and ye walk in their counsels; that I may make thee an astonishment, and the inhabitants thereof a hissing; and ye shall bear the reproach of My people.
καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρι καὶ πάντα τὰ ἔργα οἴκου Αχααβ καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν καὶ ὀνείδη λαῶν λήμψεσθε