< Luke 19 >
1 AND entering into Jericho, he passed through.
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
2 And there was a person whose name was Zaccheus, and he was a principal farmer of the taxes, and the man was rich.
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ (αὐτὸς *N(k)O*) (ἦν *k*) πλούσιος·
3 And he was desirous to have a sight of Jesus, what sort of person he was; and he could not, because of the crowd, for he was short of stature.
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
4 So running before, he climbed up a sycamore-tree, in order to get a sight of him: for he was about to pass that way.
καὶ προδραμὼν (εἰς τὸ *no*) ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι (δι᾽ *k*) ἐκείνης ἤμελλεν διέρχεσθαι.
5 And when he was come to the spot, Jesus looking up, saw him, and said to him, Zaccheus, come down speedily; for to-day I must abide at thy house.
καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς (εἶδεν αὐτόν καὶ *K*) εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
6 And he hastened to come down, and entertained him gladly.
καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7 And when they all saw it, they murmured, saying, That he is gone to lodge with a man, a notorious sinner.
καὶ ἰδόντες (πάντες *N(k)O*) διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
8 Then Zaccheus standing up, said unto the Lord, Behold, the half of my goods, Lord, I give unto the poor; and if I have got any thing from any man, by laying false informations, I am ready to restore fourfold.
Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
9 Then said Jesus unto him, To-day is salvation come to this house, because that he also is a son of Abraham.
Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
10 For the Son of man is come to seek and to save that which was lost.
ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 And as they were hearkening to these things, he proceeded on, and spake a parable, because he was nigh to Jerusalem, and they supposed that immediately the kingdom of God would openly appear.
Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.
12 He said therefore, A certain man of noble family went into a distant region, to receive for himself a kingdom, and to return.
Εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
13 And calling his ten servants, he gave them ten manehs, and said unto them, Employ yourselves in traffic, till I come back.
καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· (πραγματεύσασθε *NK(o)*) (ἐν ᾧ *NO*) (ἕως *k*) ἔρχομαι.
14 But his citizens hated him, and sent an embassy after him, saying, We will not have this man to rule over us.
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
15 And it came to pass, at his return, after receiving the kingdom, that he ordered the servants to be called, to whom he had given the money, that he might know what every one had gained by his traffic.
καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς (δεδώκει *N(k)O*) τὸ ἀργύριον, ἵνα γνοῖ (τίς *k*) τί (διεπραγματεύσαντο. *N(k)O*)
16 Then came the first, and said, Sir, thy maneh has gained ten manehs.
Παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου δέκα (προσηργάσατο *N(k)O*) μνᾶς.
17 And he said unto him, Well done, good servant: because thou hast been faithful in the least matter, hold thou dominion over ten cities.
καὶ εἶπεν αὐτῷ· (εὖγε *N(k)O*) ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
18 And the second came, saying, Lord, thy maneh hath gained five manehs.
Καὶ ἦλθεν ὁ δεύτερος λέγων· ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
19 Then said he also to this man, Be thou also over five cities.
εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.
20 And another came, saying, Master, there is thy maneh, which I have kept wrapt up in a napkin:
Καὶ (ὁ *no*) ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
21 for I was afraid of thee, because thou art an austere man: thou takest up where thou hadst laid nothing down, and reapest where thou didst not sow.
ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
22 And he said to him, Out of thine own mouth will I judge thee, thou wicked servant. Thou knewest that I am an austere man, taking up what I laid not down, and reaping what I did not sow;
Λέγει (δὲ *k*) αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
23 why then gavest thou not my money to the bank, so when I came I might have required it with interest?
καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ (τὴν *k*) τράπεζαν, κἀγὼ κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα;
24 And he said to those who stood by, Take from him the maneh, and give it to him who hath the ten manehs.
καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
25 (And they say unto him, Sir, he hath ten manehs.)
καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.
26 For I say unto you, That to every one who hath, shall more be given; but from him that hath not, even that which he hath shall be taken away from him.
λέγω (γὰρ *ko*) ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται (ἀπ᾽ αὐτοῦ. *ko*)
27 But as for these enemies of mine, who would not that I should reign over them, bring them hither, and slay them before me.
Πλὴν τοὺς ἐχθρούς μου (τούτους *N(k)O*) τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
28 And having thus spoken, he proceeded forward, going up to Jerusalem.
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 And it came to pass, as he drew near to Bethphage and Bethany, to the mount called the mount of Olives, he sent two of his disciples,
καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν (αὐτοῦ *ko*)
30 saying, Go into the opposite village; in which, as ye are at the entrance, ye will find a foal tied, on which no man hath ever yet sat: loose, and bring him.
(λέγων· *N(k)O*) ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· (καὶ *no*) λύσαντες αὐτὸν ἀγάγετε.
31 And if any man ask you, Why ye loose it? thus shall ye say to him, That the Lord hath need of him.
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε (αὐτῷ· *k*) ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
32 Then they who were sent, going, found it just as he had described to them.
Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
33 And as they were untying the foal, the owners of it said to them, Why loose ye the foal?
λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
34 And they said, The Lord hath need of him.
οἱ δὲ εἶπαν· (ὅτι *no*) ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
35 And they brought him to Jesus: and throwing their cloaks on the foal, they set Jesus thereon.
καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες (αὐτῶν *N(k)O*) τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
36 And as he went, they spread under him their garments on the road.
πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια (αὐτῶν *NK(o)*) ἐν τῇ ὁδῷ.
37 And when he was now approaching, at the descent of the mount of Olives, the whole multitude of the disciples rejoicing began to praise God with a loud voice for all the miracles which they had seen;
Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ (πασῶν *NK(o)*) ὧν εἶδον δυνάμεων
38 saying, Blessed is the King, who cometh in the name of the Lord: peace in heaven, and glory in the highest.
λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις.
39 And some of the Pharisees from the crowd said unto him, Master, reprove thy disciples.
καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
40 And he replying said to them. I tell you that, should these be silent, the very stones would cry out.
καὶ ἀποκριθεὶς εἶπεν (αὐτοῖς· *ko*) λέγω ὑμῖν (ὅτι *ko*) ἐὰν οὗτοι (σιωπήσουσιν, *N(k)O*) οἱ λίθοι (κράξουσιν. *N(k)O*)
41 And as he drew near, beholding the city, he wept over it,
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ (αὐτὴν *N(k)O*)
42 saying, Oh that thou hadst known, even in this thy day, the things that are for thy peace! but now they are hid from thine eyes.
λέγων ὅτι εἰ ἔγνως (καί γε *k*) ἐν τῇ ἡμέρᾳ (σου *k*) ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην (σου· *ko*) νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
43 For the days will come upon thee, when thy enemies shall cast up a trench around thee, and encircle thee about, and straiten thee on every side,
ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ (παρεμβαλοῦσιν *N(k)O*) οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
44 and will dash thee on the ground, and thy children within thee; and will not leave in thee one stone upon another: because thou knewest not the season of thy visitation.
καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοὶ καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ (λίθον *N(k)O*) ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 And entering into the temple, he began to cast out those who sold and bought in the temple;
Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας (ἐν αὐτῷ *k*) (καὶ ἀγοράζοντας *K*)
46 saying unto them, It is written, My house is the house of prayer: but ye have made it a den of robbers.
λέγων αὐτοῖς· γέγραπται, (καὶ *no*) (ἔσται *N(k)O*) ὁ οἶκός μου οἶκος προσευχῆς· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 And he continued daily teaching in the temple. Then the chief priests and the scribes sought to destroy him, with the heads of the people,
καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
48 but did not discover how they could do any thing: for all the people attentively hung on his lips.
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.