< 1 John 1 >

1 THAT which was from the beginning, which we have seen with our eyes, which we have gazed upon, and our hands have handled of the word of life;
Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς·
2 (for the life was manifested, and we have beheld it, and bear testimony, and declare unto you that life eternal, which was with the Father, and was manifested to us; ) (aiōnios g166)
καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν· (aiōnios g166)
3 that which we have seen and heard, declare we to you, that ye also may have communion with us: and indeed our communion is with the Father, and with his Son Jesus Christ.
ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν (καὶ *no*) ὑμῖν ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.
4 And these things write we unto you, that your joy may be complete.
καὶ ταῦτα γράφομεν (ἡμεῖς *N(K)O*) ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
5 And this is the promise which we have heard from him, and declare unto you, that God is light, and that darkness in him there is none.
καὶ ἔστιν αὕτη ἡ (ἀγγελία *NK(O)*) ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν ὅτι ὁ θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
6 If we say that we have communion with him, and walk in darkness, we lie, and practise not the truth:
ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
7 but if we walk in the light, as he is himself in the light, we have communion with each other, and the blood of Jesus Christ his Son cleanseth us from all sin.
ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων καὶ τὸ αἷμα Ἰησοῦ (Χριστοῦ *K*) τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
8 If we say that we have no sin, we deceive ourselves, and the truth is not in us.
ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
9 If we confess our sins, faithful is he and righteous to forgive us our sins, and to cleanse us from all unrighteousness.
ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
10 If we say that we have not sinned, we make him a liar, and his word is not in us.
ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

< 1 John 1 >