< Hebrews 10 >

1 For the law having the shadow of good things to come, not the real image of the things, annually with the same sacrifices which they offer continually, is by no means able to make perfect those coming to it:
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε (δύναται *NK(o)*) τοὺς προσερχομένους τελειῶσαι·
2 since in that case would they not have ceased being offered, because the worshipers having once been purified would have had no more conscience of sins?
ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ (κεκαθαρισμένους. *N(K)O*)
3 But in the same sacrifices there is a remembrance of sins annually;
ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν·
4 for it is impossible that the blood of bulls and goats should take away sins.
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
5 Therefore, coming into the world, he says; Sacrifice an offering thou willest not, but thou hast perfected for me a body:
Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
6 whole burnt offerings and offerings for sins thou wast not pleased with:
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας·
7 then I said, Lo, I come in the volume of the Book it has been written of me to do thy will, O God.
τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.
8 Saying above, that Sacrifices and offerings and whole burnt offerings and offerings for sin thou didst not will, neither wast well pleased with; whatsoever are offered according to law;
ἀνώτερον λέγων ὅτι (θυσίας *N(K)O*) καὶ (προσφορὰς *N(K)O*) καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ (τόν *k*) νόμον προσφέρονται,
9 then he has said, Lo, I come to do thy will. He takes away the first, that he may establish the second;
τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι (ὁ θεός *K*) τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ·
10 by which will we have been sanctified through the offering of the body of Jesus Christ once for all.
ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν (οἱ *k*) διὰ τῆς προσφορᾶς τοῦ σώματος (τοῦ *k*) Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
11 And every high priest indeed stands daily ministering, and frequently offering the same sacrifices, which are never able to take away sins:
Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·
12 and he, having offered up one sacrifice for sins, forever sat down on the right hand of God;
(οὗτος *N(k)O*) δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
13 finally waiting until his enemies may be made the foot-stool of his feet.
τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
14 For by one offering he has forever perfected the sanctified.
μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15 And the Holy Ghost truly does witness to us: for afterward he said,
μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ (εἰρηκέναι· *N(K)O*)
16 This is the covenant that I will make unto them after these days, says the Lord; having given my laws on their hearts, and I will also write them in their mind;
αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ (τὴν διάνοιαν *N(k)O*) αὐτῶν ἐπιγράψω αὐτούς·
17 and I will remember their sins and iniquities no more.
καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ (μνησθήσομαι *N(k)O*) ἔτι.
18 But where there is removal of these, there is no more offering for sin.
ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
19 Then, brethren, having boldness unto the entering in of the holies through the blood of Jesus,
Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
20 by which he has opened unto us a new and living way, through the veil, that is, of his flesh,
ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστιν τῆς σαρκὸς αὐτοῦ,
21 and having a great high priest over the house of God;
καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,
22 let us draw nigh with a true heart in a full assurance of faith, having been sprinkled as to our hearts from an evil conscience,
προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ (λελουσμένοι *N(k)O*) τὸ σῶμα ὕδατι καθαρῷ.
23 and washed as to our body with purifying water: let us hold fast the testimony of hope steadfast; for the one having promised is faithful;
κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,
24 and let us recognize one another in the provocation of divine love and good works:
καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων
25 not forsaking the assembling of ourselves together as is the custom to some; but exhorting: and this the more, as you see the days drawing nigh.
μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
26 For we sinning willingly after we have received the perfect knowledge of the truth, there is left no more sacrifice for sins,
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
27 but a certain fearful anticipation of judgment and violence of fire, about to devour the adversaries.
φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
28 The one having rejected the law of Moses dies without mercy before two or three witnesses:
ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
29 of how much more terrible punishment, do you think, the one having trodden under foot the Son of God, and counted the blood of the covenant, by which he was sanctified, common, and insulted the Spirit of grace; be counted worthy!
πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
30 For we know him who said, Vengeance belongs to me, I will repay; and again, The Lord will judge his people.
οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω (λέγει κύριος· *K*) καὶ πάλιν· κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.
31 It is a fearful thing to fall into the hands of the living God.
φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.
32 But remember the former days, in which, you being illuminated by the Spirit, endured a great fight of afflictions;
Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
33 both indeed in reproaches and tribulations being exposed as a theater, and having become the companions of those being thus exercised.
τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες·
34 For you suffered along with the prisoners, and received with joy the spoliation of your goods, knowing that you have a better and abiding possession.
καὶ γὰρ τοῖς (δεσμίοις *N(K)O*) συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν (ἐν *k*) (ἑαυτοὺς *N(k)O*) (κρείττονα *NK(o)*) ὕπαρξιν (ἐν οὐρανοῖς *K*) καὶ μένουσαν.
35 Therefore cast not away your confidence, which has great reward.
μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν.
36 For you have need of patience, in order that, having done the will of God, you will inherit the promise.
ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
37 For yet a little while, the one coming will come, and will not tarry.
ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει.
38 My righteous man shall live by faith: and if he may draw back, my soul has no pleasure in him.
ὁ δὲ δίκαιός (μου *NO*) ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
39 But we are not of the drawing back unto perdition; but of faith unto the salvation of the soul.
ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

< Hebrews 10 >