< Acts 26 >
1 And Agrippa said to Paul, It is permitted to thee to speak for thyself. Then Paul reaching forth his hand, proceeded with his defence:
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, “Ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν.” Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο,
2 O king Agrippa, I consider myself happy, being about this day to make my defence before thee concerning all those things of which I am accused by the Jews:
“Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ, μέλλων σήμερον ἀπολογεῖσθαι.
3 especially as thou art acquainted with all the customs and questions among the Jews: therefore I pray you to hear me patiently.
Μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους, ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
4 Moreover indeed all the Jews know my life from my youth; being from the beginning in my nation and in Jerusalem,
Τὴν μὲν οὖν βίωσίν μου, ἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις, ἴσασι πάντες Ἰουδαῖοι,
5 knowing me originally, if they may be willing to testify, that according to the most rigid sect of our religion I lived a Pharisee.
προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας, ἔζησα Φαρισαῖος.
6 And now for the hope of the promise which is from God to our fathers, I stand being judged:
Καὶ νῦν ἐπʼ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας, γενομένης ὑπὸ τοῦ ˚Θεοῦ, ἕστηκα κρινόμενος,
7 unto which our twelve tribes constantly worshiping night and day, hope to attain: concerning which hope I am accused by the Jews, O king.
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ, νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ.
8 Why is it judged by you incredible, if God shall raise the dead?
Τί ἄπιστον κρίνεται παρʼ ὑμῖν, εἰ ὁ ˚Θεὸς νεκροὺς ἐγείρει;
9 Moreover indeed, I thought to myself that I ought to do many things contrary to the name of Jesus the Nazarene:
Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα ˚Ἰησοῦ τοῦ Ναζωραίου, δεῖν πολλὰ ἐναντία πρᾶξαι.
10 which I did also in Jerusalem, and shut up many of the saints in prison; and having received authority from the chief priests, and they being slain, I gave my vote against them;
Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν, κατήνεγκα ψῆφον.
11 and throughout all the synagogues, frequently punishing them, I compelled them to blaspheme; and being exceeding mad against them, I was persecuting them even also unto foreign cities.
Καὶ κατὰ πάσας τὰς συναγωγὰς, πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12 Meanwhile journeying to Damascus with power and authority of the chief priests, I saw on the way, O king,
Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν, μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων,
13 about midday, a light from heaven above the brightness of the sun, shining around me and those traveling with me;
ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, Βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
14 and we all having fallen to the ground, I heard a voice speaking to me in the Hebrew tongue, Saul, Saul, why persecutest thou me? it is hard for thee to kick against goads.
Πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν, λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ, ‘Σαοὺλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.’
15 And I said, Who art thou, Lord? And the Lord said, I am Jesus whom thou art persecuting.
Ἐγὼ δὲ εἶπα, ‘Τίς εἶ, κύριε;’ Ὁ δὲ ˚Κύριος εἶπεν, ‘Ἐγώ εἰμι ˚Ἰησοῦς, ὃν σὺ διώκεις.
16 But rise up, and stand upon thy feet: for unto this have I appeared unto thee, to make thee a minister and a martyr both of those things which thou hast seen, and of which I will appear unto thee;
Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
17 delivering thee from the people, and from the Gentiles, unto whom now I send thee,
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε,
18 to open their eyes, to turn them from darkness unto light, and from the power of Satan unto God, in order that they may receive remission of sins, and an inheritance among those who are sanctified by faith in me.
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν ˚Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.’
19 Therefore, O king, I was not disobedient to the heavenly vision:
Ὅθεν, Βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
20 but first to those in Damascus, and also in Jerusalem, and throughout all the country of Judea, and to the Gentiles, I was preaching that they should repent and turn to God, doing things worthy of repentance.
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε, καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν ˚Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21 On account of these things the Jews, taking me while in the temple, endeavored to kill me.
Ἕνεκα τούτων, με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι.
22 Then having received help from God, I have stood unto this day, witnessing both to small and great, saying nothing but what the prophets and Moses said were about to come to pass:
Ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ ˚Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης, ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς,
23 how that Christ must suffer, how being the first from the resurrection of the dead, he is to proclaim light both to the people, and the Gentiles.
εἰ παθητὸς ὁ ˚Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.”
24 And he making his defence to these things, Festus says with a loud voice, O Paul, thou art beside thyself; many writings turned thee into insanity.
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, “Μαίνῃ, Παῦλε! Τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει!”
25 But Paul says, I am not a maniac, most noble Festus; but I speak forth the words of truth and soberness.
Ὁ δὲ Παῦλος, “Οὐ μαίνομαι”, φησίν, “κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26 For the king, to whom I also speak boldly, knows concerning these things: for I am persuaded that nothing of these things is hidden; for this has not been done in a corner.
Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27 O king Agrippa, dost thou believe the prophets? I know that thou believest them.
Πιστεύεις, Βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.”
28 And Agrippa said to Paul, With little persuasion thou dost persuade thyself to make me a Christian.
Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, “Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι;”
29 And Paul said, I would to God, that both in little and in much, not only you, but also all of those hearing me this day, were such as I am, except these bonds.
Ὁ δὲ Παῦλος, “Εὐξαίμην ἂν τῷ ˚Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.”
30 And the king, and the governor, and Bernice, and those sitting with them, arose up:
Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
31 and having gone away, they were talking to one another, saying, that This man is doing nothing worthy of death or of bonds.
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες, ὅτι “Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος.”
32 But Agrippa said to Festus, This man was able to have been released, if he had not appealed to Caesar.
Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, “Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.”