< Matthew 7 >

1 Judge not, that ye be not iudged.
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
2 Eor with what iudgement ye iudge, ye shall be iudged, and with what measure ye mete, it shall be measured to you againe.
ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
3 And why seest thou the mote, that is in thy brothers eye, and perceiuest not the beame that is in thine owne eye?
τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
4 Or howe sayest thou to thy brother, Suffer me to cast out the mote out of thine eye, and beholde, a beame is in thine owne eye?
ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκάλω τὸ κάρφος ⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ;
5 Hypocrite, first cast out that beame out of thine owne eye, and then shalt thou see clearely to cast out the mote out of thy brothers eye.
ὑποκριτά, ἔκβαλε πρῶτον ⸂ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6 Giue ye not that which is holy, to dogges, neither cast ye your pearles before swine, lest they treade them vnder their feete, and turning againe, all to rent you.
Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε ⸀καταπατήσουσιναὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
7 Aske, and it shall be giuen you: seeke, and ye shall finde: knocke, and it shall be opened vnto you.
Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
8 For whosoeuer asketh, receiueth: and he, that seeketh, findeth: and to him that knocketh, it shall be opened.
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ⸀ἀνοιγήσεται
9 For what man is there among you, which if his sonne aske him bread, woulde giue him a stone?
ἢ τίς ⸀ἐστινἐξ ὑμῶν ἄνθρωπος, ὃν ⸀αἰτήσειὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ;
10 Or if he aske fish, wil he giue him a serpent?
⸀ἢκαὶ ⸂ἰχθὺν αἰτήσει— μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
11 If ye then, which are euill, can giue to your children good giftes, howe much more shall your Father which is in heauen, giue good thinges to them that aske him?
εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
12 Therefore whatsoeuer ye woulde that men should doe to you, euen so doe ye to them: for this is the Lawe and the Prophets.
Πάντα οὖν ὅσα ⸀ἐὰνθέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13 Enter in at the streight gate: for it is the wide gate, and broade way that leadeth to destruction: and many there be which goe in thereat,
Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ⸂ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διʼ αὐτῆς·
14 Because the gate is streight, and the way narowe that leadeth vnto life, and fewe there be that finde it.
⸀ὅτιστενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
15 Beware of false prophets, which come to you, in sheepes clothing, but inwardly they are rauening wolues.
⸀Προσέχετεἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
16 Ye shall know them by their fruites. Doe men gather grapes of thornes? or figges of thistles?
ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν ⸀σταφυλὰςἢ ἀπὸ τριβόλων σῦκα;
17 So euery good tree bringeth foorth good fruite, and a corrupt tree bringeth forth euill fruite.
οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ·
18 A good tree can not bring forth euil fruite: neither can a corrupt tree bring forth good fruite.
οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ⸀ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
19 Euery tree that bringeth not forth good fruite, is hewen downe, and cast into the fire.
πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
20 Therefore by their fruites ye shall knowe them.
ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
21 Not euery one that sayeth vnto me, Lord, Lord, shall enter into the kingdome of heauen, but he that doeth my Fathers will which is in heauen.
Οὐ πᾶς ὁ λέγων μοι· Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν ⸀τοῖςοὐρανοῖς.
22 Many will say to me in that day, Lord, Lord, haue we not by thy Name prophecied? and by thy name cast out deuils? and by thy name done many great workes?
πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
23 And then will I professe to them, I neuer knewe you: depart from me, ye that worke iniquitie.
καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24 Whosoeuer then heareth of mee these words, and doeth the same, I will liken him to a wise man, which hath builded his house on a rock:
Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸀ὁμοιωθήσεταιἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.
25 And the raine fell, and the floods came, and the windes blewe, and beat vpon that house, and it fell not: for it was grounded on a rocke.
καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
26 But whosoeuer heareth these my wordes, and doeth them not, shall be likened vnto a foolish man, which hath builded his house vpon the sand:
καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον.
27 And the raine fell, and the floods came, and the windes blewe, and beat vpon that house, and it fell, and the fall thereof was great.
καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28 And it came to passe, when Iesus had ended these wordes, the people were astonied at his doctrine.
Καὶ ἐγένετο ὅτε ⸀ἐτέλεσενὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
29 For he taught them as one hauing authoritie, and not as the Scribes.
ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς ⸀αὐτῶν

< Matthew 7 >