< Matthew 12 >

1 At that time Iesus went on a Sabbath day through ye corne, and his disciples were an hungred, and bega to plucke ye eares of corne and to eate.
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
2 And when the Pharises sawe it, they saide vnto him, Beholde, thy disciples doe that which is not lawfull to doe vpon the Sabbath.
οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
3 But he said vnto them, Haue ye not read what Dauid did when he was an hungred, and they that were with him?
Ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν (αὐτὸς *k*) καὶ οἱ μετ᾽ αὐτοῦ;
4 Howe he entred into ye house of God, and did eate the shewe bread, which was not lawfull for him to eate, neither for them which were with him, but onely for the Priestes?
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως (ἔφαγον, *N(K)O*) (ὃ *N(k)O*) οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
5 Or haue ye not read in the Lawe, how that on the Sabbath dayes the Priestes in the Temple breake the Sabbath, and are blameles?
Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;
6 But I say vnto you, that here is one greater then the Temple.
λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ (μεῖζόν *N(k)O*) ἐστιν ὧδε.
7 Wherefore if ye knewe what this is, I will haue mercie, and not sacrifice, ye would not haue condemned the innocents.
εἰ δὲ ἐγνώκειτε τί ἐστιν· (ἔλεος *N(k)O*) θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
8 For the sonne of man is Lord, euen of the Sabbath.
κύριος γάρ ἐστιν (καί *k*) τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
9 And he departed thence, and went into their Synagogue:
Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
10 And beholde, there was a man which had his hand dried vp. And they asked him, saying, Is it lawfull to heale vpon a Sabbath day? that they might accuse him.
καὶ ἰδοὺ ἄνθρωπος (ἦν τὴν *k*) χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστιν τοῖς σάββασιν (θεραπεῦσαι; *N(k)O*) ἵνα κατηγορήσωσιν αὐτοῦ.
11 And he said vnto the, What man shall there be among you, that hath a sheepe, and if it fal on a Sabbath day into a pit, doth not take it and lift it out?
Ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἓν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
12 How much more then is a man better then a sheepe? therefore, it is lawfull to doe well on a Sabbath day.
πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
13 Then said he to the man, Stretch forth thine hand. And he stretched it foorth, and it was made whole as the other.
Τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
14 Then the Pharises went out, and consulted against him, howe they might destroy him.
Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
15 But whe Iesus knew it, he departed thece, and great multitudes folowed him, and he healed the al,
Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας
16 And charged them in threatning wise, that they should not make him knowen,
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,
17 That it might be fulfilled, which was spoken by Esaias the Prophet, saying,
(ἵνα *N(k)O*) πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
18 Behold my seruant whom I haue chosen, my beloued in whom my soule deliteth: I wil put my Spirit on him, and he shall shewe iudgement to the Gentiles.
ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου (εἰς ὃν *NK(o)*) εὐδόκησεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
19 He shall not striue, nor crie, neither shall any man heare his voyce in the streetes.
οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20 A bruised reede shall he not breake, and smoking flaxe shall he not quenche, till he bring forth iudgement vnto victorie.
κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
21 And in his Name shall the Gentiles trust.
καὶ (ἐν *k*) τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
22 Then was brought to him one, possessed with a deuill, both blind, and dumme, and he healed him, so that he which was blind and dumme, both spake and saw.
Τότε (προσηνέχθη *NK(O)*) αὐτῷ (δαιμονιζόμενος τυφλὸς *NK(O)*) καὶ (κωφός, *NK(O)*) καὶ ἐθεράπευσεν αὐτὸν ὥστε τὸν (τυφλὸν καὶ *k*) κωφὸν (καὶ *k*) λαλεῖν καὶ βλέπειν.
23 And all the people were amased, and saide, Is not this that sonne of Dauid?
καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;
24 But when the Pharises heard it, they saide, This man casteth the deuils no otherwise out, but through Beelzebub the prince of deuils.
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
25 But Iesus knew their thoughtes, and said to them, Euery kingdome deuided against it selfe, is brought to nought: and euery citie or house, deuided against it selfe, shall not stand.
Εἰδὼς δὲ (ὁ Ἰησοῦς *k*) τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται.
26 So if Satan cast out Satan, he is deuided against himself: how shall then his kingdom endure?
καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
27 Also if I through Beelzebub cast out deuils, by whom doe your children cast them out? Therefore they shall be your iudges.
καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
28 But if I cast out deuils by ye Spirit of God, then is the kingdome of God come vnto you.
εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
29 Els howe can a man enter into a strong mans house and spoyle his goods, except he first bind the strong man, and then spoile his house.
ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ (ἁρπάσαι, *N(k)O*) ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ (διαρπάσει. *NK(O)*)
30 He that is not with me, is against me: and he that gathereth not with me, scattereth.
Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
31 Wherefore I say vnto you, euery sinne and blasphemie shalbe forgiuen vnto men: but the blasphemie against the holy Ghost shall not be forgiuen vnto men.
διὰ τοῦτο λέγω ὑμῖν· πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται (τοῖς ἀνθρώποις. *k*)
32 And whosoeuer shall speake a word against the Sonne of man, it shall be forgiuen him: but whosoeuer shall speake against the holy Ghost, it shall not be forgiuen him, neither in this worlde, nor in the worlde to come. (aiōn g165)
καὶ ὃς (ἐὰν *N(k)O*) εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ (νῦν *O*) αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. (aiōn g165)
33 Either make the tree good, and his fruite good: or els make the tree euill, and his fruite euil: for the tree is knowen by the fruite.
Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
34 O generations of vipers, howe can you speake good things, when ye are euill? For of the abundance of the heart the mouth speaketh.
γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
35 A good man out of the good treasure of his heart bringeth foorth good things: and an euill man out of an euill treasure, bringeth forth euill things.
Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ (τῆς καρδίας *K*) ἐκβάλλει (τά *k*) ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
36 But I say vnto you, that of euery idle word that men shall speake, they shall giue account thereof at the day of iudgement.
Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ (ἐὰν *k*) (λαλήσουσιν *N(k)O*) οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
37 For by thy wordes thou shalt be iustified, and by thy wordes thou shalt be condemned.
ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38 Then answered certaine of ye Scribes and of the Pharises, saying, Master, we would see a signe of thee.
Τότε ἀπεκρίθησαν (αὐτῷ *no*) τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
39 But he answered and said to them, An euill and adulterous generation seeketh a signe, but no signe shall be giuen vnto it, saue that signe of the Prophet Ionas.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
40 For as Ionas was three daies and three nights in the whales belly: so shall the Sonne of man be three daies and three nights in ye heart of the earth.
ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
41 The men of Nineue shall rise in iudgement with this generation, and condemne it: for they repented at the preaching of Ionas: and behold, a greater then Ionas is here.
Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
42 The Queene of the South shall rise in iudgement with this generation, and shall condemne it: for she came from the vtmost partes of the earth to heare the wisdome of Salomon: and beholde, a greater then Salomon is here.
Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
43 Nowe when the vncleane spirit is gone out of a man, he walketh throughout drie places, seeking rest, and findeth none.
Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει.
44 Then he saith, I wil returne into mine house from whence I came: and when he is come, he findeth it emptie, swept and garnished.
τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον. καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, (καὶ *o*) σεσαρωμένον καὶ κεκοσμημένον.
45 Then he goeth, and taketh vnto him seuen other spirites worse then himselfe, and they enter in, and dwell there: and the ende of that man is worse then the beginning. Euen so shall it be with this wicked generation.
τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
46 While he yet spake to ye multitude, beholde, his mother, and his brethren stood without, desiring to speake with him.
Ἔτι (δὲ *ko*) αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
47 Then one said vnto him, Beholde, thy mother and thy brethren stand without, desiring to speake with thee.
εἶπεν δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.
48 But he answered, and said to him that told him, Who is my mother? and who are my brethren?
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ (λέγοντι *N(k)O*) αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
49 And he stretched foorth his hand toward his disciples, and said, Beholde my mother and my brethren.
καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
50 For whosoeuer shall doe my Fathers will which is in heauen, the same is my brother and sister and mother.
ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

< Matthew 12 >