< Leviticus 9 >

1 And in the eight day Moses called Aaron and his sonnes, and the Elders of Israel:
καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μωυσῆς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ισραηλ
2 Then hee sayde vnto Aaron, Take thee a yong calfe for a sinne offring, and a ram for a burnt offring, both without blemish, and bring them before the Lord.
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα ἄμωμα καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου
3 And vnto the children of Israel thou shalt speake, saying, Take yee an hee goate for a sinne offring, and a calfe, and a lambe, both of a yeere olde, without blemish for a burnt offring:
καὶ τῇ γερουσίᾳ Ισραηλ λάλησον λέγων λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν ἄμωμα
4 Also a bullock, and a ramme for peace offringes, to offer before the Lord, and a meate offring mingled with oyle: for to day the Lord will appeare vnto you.
καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμῖν
5 Then they brought that which Moses commanded before the Tabernacle of the Congregation, and all the assembly drewe neere and stood before the Lord.
καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσῆλθεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου
6 (For Moses had sayde, This is the thing, which the Lord commanded that ye should do, and the glory of the Lord shall appeare vnto you)
καὶ εἶπεν Μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ εἶπεν κύριος ποιήσατε καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου
7 Then Moses sayd vnto Aaron, Draw neere to the Altar, and offer thy sinne offering, and thy burnt offring, and make an attonement for thee and for the people: offer also the offring of the people, and make an atonement for them, as the Lord hath commanded.
καὶ εἶπεν Μωυσῆς τῷ Ααρων πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ
8 Aaron therefore went vnto the Altar, and killed the calfe of the sinne offring, which was for himselfe.
καὶ προσῆλθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας
9 And the sonnes of Aaron brought ye blood vnto him, and he dipt his finger in the blood, and put it vpon the hornes of the Altar, and powred the rest of the blood at the foote of the Altar.
καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου
10 But the fat and the kidneis and the kall of the liuer of the sinne offring, he burnt vpon the Altar, as the Lord had commanded Moses.
καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ
11 The flesh also and the hide hee burnt with fire without the hoste.
καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς
12 After, he slewe the burnt offering, and Aarons sonnes brought vnto him the blood, which he sprinckled round about vpon the Altar.
καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
13 Also they brought the burnt offring vnto him with the pieces thereof, and the head, and he burnt them vpon the Altar.
καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη αὐτὰ καὶ τὴν κεφαλήν καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον
14 Likewise he did wash the inwardes and the legs, and burnt them vpon the burnt offring on the Altar.
καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον
15 Then he offred the peoples offring, and tooke a goate, which was the sinne offring for the people, and slewe it: and offred it for sinne, as the first:
καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον
16 So he offred the burnt offring, and prepared it, according to the maner.
καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό ὡς καθήκει
17 He presented also the meate offring, and filled his hand thereof, and beside the burnt sacrifice of the morning he burnt this vpon the Altar.
καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ’ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ
18 He slewe also the bullock, and the ram for the peace offrings, that was for the people, and Arons sonnes brought vnto him the blood, which he sprinkled vpon the Altar round about,
καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλῳ
19 With the fat of the bullocke, and of the ram, the rumpe, and that which couereth the inwards and the kidneis, and the kall of the liuer.
καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος
20 So they layed the fat vpon the breasts, and he burnt the fat vpon the Altar.
καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον
21 But the breastes and the right shoulder Aaron shooke to and from before the Lord, as the Lord had commanded Moses.
καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
22 So Aaron lift vp his hand toward the people, and blessed them, and came downe from offring of the sinne offring, and the burnt offring, and the peace offrings.
καὶ ἐξάρας Ααρων τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου
23 After, Moses and Aaron went into the Tabernacle of the Congregation, and came out, and blessed the people, and the glorie of the Lord appeared to all the people.
καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τῷ λαῷ
24 And there came a fire out from the Lord and consumed vpon the Altar the burnt offring and the fatte: which when all the people sawe, they gaue thankes, and fell on their faces.
καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ τοῦ θυσιαστηρίου τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα καὶ εἶδεν πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον

< Leviticus 9 >