< Hebrews 7 >

1 For this Melchi-sedec was King of Salem, the Priest of the most high God, who met Abraham, as he returned from the slaughter of the Kings, and blessed him:
Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν,
2 To whom also Abraham gaue the tithe of all things: who first is by interpretation King of righteousnes: after that, he is also King of Salem, that is, King of peace,
ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος “Βασιλεὺς δικαιοσύνης”, ἔπειτα δὲ καὶ “Βασιλεὺς Σαλήμ”, ὅ ἐστιν, “Βασιλεὺς εἰρήνης”,
3 Without father, without mother, without kinred, and hath neither beginning of his dayes, neither ende of life: but is likened vnto the Sonne of God, and continueth a Priest for euer.
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ ˚Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4 Nowe consider how great this man was, vnto whome euen the Patriarke Abraham gaue the tithe of the spoyles.
Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ δεκάτην Ἀβραὰμ, ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ πατριάρχης.
5 For verely they which are the childre of Leui, which receiue the office of the Priesthode, haue a commandement to take, according to the Law, tithes of the people (that is, of their bethren) though they came out of ye loynes of Abraham.
Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῖν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
6 But he whose kindred is not couted among them, receiued tithes of Abraham, and blessed him that had the promises.
ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, εὐλόγηκεν.
7 And without all contradiction the lesse is blessed of the greater.
Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8 And here men that die, receiue tithes: but there he receiueth them, of whome it is witnessed, that he liueth.
Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
9 And to say as the thing is, Leui also which receiueth tithes, payed tithes in Abraham.
Καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ, καὶ Λευεὶς, ὁ δεκάτας λαμβάνων, δεδεκάτωται.
10 For hee was yet in the loynes of his father Abraham, when Melchi-sedec met him.
Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.
11 If therefore perfection had bene by the Priesthoode of the Leuites (for vnder it the Lawe was established to the people) what needed it furthermore, that another Priest should rise after the order of Melchi-sedec, and not to be called after the order of Aaron?
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ, ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
12 For if the Priesthood be changed, then of necessitie must there be a change of the Lawe.
Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13 For hee of whome these things are spoken, perteineth vnto another tribe, whereof no man serued at the altar.
Ἐφʼ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ.
14 For it is euident, that our Lord sprung out of Iuda, concerning the which tribe Moses spake nothing, touching the Priesthood.
Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ ˚Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
15 And it is yet a more euident thing, because that after the similitude of Melchi-sedec, there is risen vp another Priest,
Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ, ἀνίσταται ἱερεὺς ἕτερος,
16 Which is not made Priest after the Law of the carnal commandement, but after the power of the endlesse life.
ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.
17 For hee testifieth thus, Thou art a Priest for euer, after the order of Melchi-sedec. (aiōn g165)
Μαρτυρεῖται γὰρ, ὅτι “Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.” (aiōn g165)
18 For the commandement that went afore, is disanulled, because of the weakenes thereof, and vnprofitablenes.
Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
19 For the Law made nothing perfite, but the bringing in of a better hope made perfite, whereby we drawe neere vnto God.
(οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος), ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διʼ ἧς ἐγγίζομεν τῷ ˚Θεῷ.
20 And for as much as it is not without an othe (for these are made Priestes without an othe:
Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
21 But this is made with an othe by him that said vnto him, The Lord hath sworne, and will not repent, Thou art a Priest for euer, after the order of Melchi-sedec) (aiōn g165)
ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, “Ὤμοσεν ˚Κύριος, καὶ οὐ μεταμεληθήσεται, ‘Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα’”, (aiōn g165)
22 By so much is Iesus made a suretie of a better Testament.
κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης, γέγονεν ἔγγυος, ˚Ἰησοῦς.
23 And among them many were made Priests, because they were not suffered to endure, by the reason of death.
Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
24 But this man, because hee endureth euer, hath a Priesthood, which cannot passe from one to another. (aiōn g165)
ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. (aiōn g165)
25 Wherefore, hee is able also perfectly to saue them that come vnto God by him, seeing he euer liueth, to make intercession for them.
Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται, τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ ˚Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 For such an hie Priest it became vs to haue, which is holy, harmelesse, vndefiled, separate from sinners, and made hier then the heauens:
Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
27 Which needeth not daily as those hie Priests to offer vp sacrifice, first for his owne sinnes, and then for the peoples: for that did he once, when he offered vp himselfe.
ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας.
28 For the Law maketh men hie Priestes, which haue infirmitie: but the word of the othe that was since the Lawe, maketh the Sonne, who is consecrated for euermore. (aiōn g165)
Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας, τῆς μετὰ τὸν νόμον, Υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον. (aiōn g165)

< Hebrews 7 >