< Exodus 6 >
1 Then the Lord sayd vnto Moses, Nowe shalt thou see, what I will doe vnto Pharaoh: for by a strong hand shall he let them goe, and euen be constrained to driue them out of his land.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ
2 Moreouer God spake vnto Moses, and sayd vnto him, I am the Lord,
ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος
3 And I appeared vnto Abraham, to Izhak, and to Iaakob by the Name of Almightie God: but by my Name Iehouah was I not knowen vnto the.
καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς
4 Furthermore as I made my couenant with them to giue them ye land of Canaan, the land of their pilgrimage, wherein they were strangers:
καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν ᾗ καὶ παρῴκησαν ἐπ’ αὐτῆς
5 So I haue also hearde the groning of the children of Israel, whom the Egyptians keepe in bondage, and haue remembred my couenant.
καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν
6 Wherefore say thou vnto the children of Israel, I am the Lord, and I will bring you out from the burdens of the Egyptians, and will deliuer you out of their bondage, and will redeeme you in a stretched out arme, and in great iudgements.
βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ
7 Also I will take you for my people, and will be your God: then ye shall knowe that I the Lord your God bring you out from the burdens of the Egyptians.
καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων
8 And I will bring you into the land which I sware that I woulde giue to Abraham, to Izhak, and to Iaakob, and I will giue it vnto you for a possession: I am the Lord.
καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ ἐγὼ κύριος
9 So Moses told the children of Israel thus: but they hearkened not vnto Moses, for anguish of spirit and for cruel bondage.
ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν
10 Then the Lord spake vnto Moses, saying,
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων
11 Go speak to Pharaoh King of Egypt, that he let the children of Israel goe out of his land.
εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ
12 But Moses spake before the Lord, saying, Beholde, the children of Israel hearken not vnto me, howe then shall Pharaoh heare mee, which am of vncircumcised lippes?
ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι
13 Then the Lord spake vnto Moses and vnto Aaron, and charged them to goe to the children of Israel and to Pharaoh King of Egypt, to bring the children of Israel out of the lande of Egypt.
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου
14 These bee the heades of their fathers houses: the sonnes of Reuben the first borne of Israel are Hanoch and Pallu, Hezron and Carmi: these are ye families of Reuben.
καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι αὕτη ἡ συγγένεια Ρουβην
15 Also the sonnes of Simeon: Iemuel and Iamin, and Ohad, and Iachin, and Zoar, and Shaul the sonne of a Canaanitish woman: these are the families of Simeon.
καὶ υἱοὶ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων
16 These also are the names of the sonnes of Leui in their generations: Gershon and Kohath and Merari (and the yeres of the life of Leui were an hundreth thirtie and seuen yere)
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά
17 The sonnes of Gershon were Libni and Shimi by their families.
καὶ οὗτοι υἱοὶ Γεδσων Λοβενι καὶ Σεμεϊ οἶκοι πατριᾶς αὐτῶν
18 And the sonnes of Kohath, Amram and Izhar, and Hebron, and Vzziel. (and Kohath liued an hundreth thirtie and three yeere)
καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα ἔτη
19 Also the sonnes of Merari were Mahali and Mushi: these are ye families of Leui by their kinreds.
καὶ υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν
20 And Amram tooke Iochebed his fathers sister to his wife, and shee bare him Aaron and Moses (and Amram liued an hundreth thirtie and seuen yeere)
καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη
21 Also the sonnes of Izhar: Korah, and Nepheg, and Zichri.
καὶ υἱοὶ Ισσααρ Κορε καὶ Ναφεκ καὶ Ζεχρι
22 And the sonnes of Vzziel: Mishael, and Elzaphan, and Sithri.
καὶ υἱοὶ Οζιηλ Ελισαφαν καὶ Σετρι
23 And Aaron tooke Elisheba daughter of Amminadab, sister of Nahashon to his wife, which bare him Nadab, and Abihu, Eleazar and Ithamar.
ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ
24 Also the sonnes of Korah: Assir, and Elkanah, and Abiasaph: these are the families of the Korhites.
υἱοὶ δὲ Κορε Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ αὗται αἱ γενέσεις Κορε
25 And Eleazar Aarons sonne tooke him one of the daughters of Putiel to his wife, which bare him Phinehas: these are the principall fathers of the Leuites throughout their families.
καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν
26 These are Aaron and Moses to whom the Lord said, Bring the children of Israel out of the land of Egypt, according to their armies.
οὗτος Ααρων καὶ Μωυσῆς οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν
27 These are that Moses and Aaron, which spake to Pharaoh King of Egypt, that they might bring the children of Israel out of Egypt.
οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυσῆς
28 And at that time when the Lord spake vnto Moses in the land of Egypt,
ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ
29 When the Lord, I say, spake vnto Moses, saying, I am the Lord, speake thou vnto Pharaoh the King of Egypt all that I say vnto thee,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ
30 Then Moses said before the Lord, Behold, I am of vncircumcised lips, and how shall Pharaoh heare me?
καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πῶς εἰσακούσεταί μου Φαραω