< Ephesians 5 >

1 Bee yee therefore followers of God, as deare children,
Γίνεσθε οὖν μιμηταὶ τοῦ ˚Θεοῦ ὡς τέκνα ἀγαπητά,
2 And walke in loue, euen as Christ hath loued vs, and hath giuen himselfe for vs, to be an offering and a sacrifice of a sweete smellling sauour to God.
καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ ˚Χριστὸς ἠγάπησεν ὑμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ ˚Θεῷ εἰς ὀσμὴν εὐωδίας.
3 But fornication, and all vncleannesse, or couetousnesse, let it not be once named among you, as it becommeth Saintes,
Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
4 Neither filthinesse, neither foolish talking, neither iesting, which are things not comely, but rather giuing of thankes.
καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
5 For this ye know, that no whoremonger, neither vncleane person, nor couetous person, which is an idolater, hath any inheritance in the kingdome of Christ, and of God.
Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ ˚Χριστοῦ καὶ ˚Θεοῦ.
6 Let no man deceiue you with vaine wordes: for, for such thinges commeth the wrath of God vpon the children of disobedience.
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις διὰ ταῦτα, γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ ˚Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7 Be not therefore companions with them.
Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
8 For ye were once darkenesse, but are nowe light in the Lord: walke as children of light,
ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν ˚Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε
9 (For the fruit of the Spirit is in al goodnes, and righteousnes, and trueth)
(ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ),
10 Approuing that which is pleasing to the Lord.
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ ˚Κυρίῳ.
11 And haue no fellowship with ye vnfruitfull works of darknes, but euen reproue them rather.
Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
12 For it is shame euen to speake of the things which are done of them in secret.
τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν, αἰσχρόν ἐστιν καὶ λέγειν.
13 But all thinges when they are reproued of the light, are manifest: for it is light that maketh all things manifest.
Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν.
14 Wherefore hee sayeth, Awake thou that sleepest, and stande vp from the deade, and Christ shall giue thee light.
Διὸ λέγει, “Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ ˚Χριστός.”
15 Take heede therefore that yee walke circumspectly, not as fooles, but as wise,
Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλʼ ὡς σοφοί,
16 Redeeming ye season: for ye daies are euill.
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
17 Wherefore, be ye not vnwise, but vnderstand what the will of the Lord is.
Διὰ τοῦτο, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ ˚Κυρίου.
18 And be not drunke with wine, wherein is excesse: but be fulfilled with the Spirit,
Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν ˚Πνεύματι,
19 Speaking vnto your selues in psalmes, and hymnes, and spirituall songs, singing, and making melodie to the Lord in your hearts,
λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ ˚Κυρίῳ,
20 Giuing thankes alwaies for all thinges vnto God euen the Father, in the Name of our Lord Iesus Christ,
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τῷ ˚Θεῷ καὶ Πατρί,
21 Submitting your selues one to another in the feare of God.
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ ˚Χριστοῦ.
22 Wiues, submit your selues vnto your husbands, as vnto the Lord.
Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ ˚Κυρίῳ,
23 For the husband is the wiues head, euen as Christ is the head of the Church, and the same is the sauiour of his body.
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ ˚Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς Σωτὴρ τοῦ σώματος.
24 Therfore as the Church is in subiection to Christ, euen so let the wiues be to their husbands in euery thing.
Ἀλλʼ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ ˚Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
25 Husbands, loue your wiues, euen as Christ loued the Church, and gaue himselfe for it,
Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ ˚Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
26 That hee might sanctifie it, and clense it by the washing of water through the worde,
ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
27 That hee might make it vnto him selfe a glorious Church, not hauing spot or wrinkle, or any such thing: but that it shoulde bee holy and without blame.
ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28 So ought men to loue their wiues, as their owne bodies: he that loueth his wife, loueth him selfe.
Οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ.
29 For no man euer yet hated his owne flesh, but nourisheth and cherisheth it, euen as the Lord doeth the Church.
Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ˚Χριστὸς τὴν ἐκκλησίαν,
30 For we are members of his bodie, of his flesh, and of his bones.
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
31 For this cause shall a man leaue father and mother, and shall cleaue to his wife, and they twaine shalbe one flesh.
“Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.”
32 This is a great secrete, but I speake concerning Christ, and concerning the Church.
Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς ˚Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33 Therefore euery one of you, doe ye so: let euery one loue his wife, euen as himselfe, and let the wife see that shee feare her husband.
Πλὴν καὶ ὑμεῖς, οἱ καθʼ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα.

< Ephesians 5 >