< Ephesians 1 >
1 Pavl an Apostle of Jesvs Christ by the will of God, to the Saints, which are at Ephesus, and to ye faithfull in Christ Iesus:
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
2 Grace be with you, and peace from God our Father, and from the Lord Iesus Christ.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Blessed be God, and the Father of our Lord Iesus Christ, which hath blessed vs with all spirituall blessing in heauenly thinges in Christ,
Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
4 As hee hath chosen vs in him, before the foundation of the worlde, that we should be holy, and without blame before him in loue:
καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ
5 Who hath predestinate vs, to be adopted through Iesus Christ in him selfe, according to the good pleasure of his will,
προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτὸν κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ
6 To the prayse of the glory of his grace, wherewith he hath made vs freely accepted in his beloued,
εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, (ἐν *K*) (ἧς *N(k)O*) ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
7 By whom we haue redemption through his blood, euen the forgiuenes of sinnes, according to his rich grace:
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ (τὸ πλοῦτος *N(k)O*) τῆς χάριτος αὐτοῦ,
8 Whereby he hath bene aboundant toward vs in all wisedome and vnderstanding,
ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει
9 And hath opened vnto vs the mysterie of his will according to his good pleasure, which he had purposed in him,
γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
10 That in the dispensation of the fulnesse of the times, he might gather together in one all things, both which are in heauen, and which are in earth, euen in Christ:
εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ (τε *k*) (ἐπὶ *N(k)O*) τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ,
11 In whom also we are chosen when we were predestinate according to ye purpose of him, which worketh all things after the counsell of his owne will,
ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ
12 That we, which first trusted in Christ, should be vnto the praise of his glorie:
εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον (τῆς *k*) δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ·
13 In whom also ye haue trusted, after that ye heard the worde of trueth, euen the Gospel of your saluation, wherein also after that ye beleeued, ye were sealed with the holy Spirite of promise,
ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ
14 Which is the earnest of our inheritance, for the redemption of that libertie purchased vnto the prayse of his glory.
(ὅ *N(k)O*) ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
15 Therefore also after that I heard of the faith, which ye haue in the Lord Iesus, and loue toward all the Saints,
Διὰ τοῦτο κἀγὼ κἀγὼ ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους
16 I cease not to giue thankes for you, making mention of you in my prayers,
οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν (ὑμῶν *k*) ποιούμενος ἐπὶ τῶν προσευχῶν μου
17 That the God of our Lord Iesus Christ, that Father of glory, might giue vnto you the Spirit of wisedome, and reuelation through the acknowledging of him,
ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, (δώῃ *NK(o)*) ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,
18 That the eyes of your vnderstanding may be lightened, that ye may knowe what the hope is of his calling, and what the riches of his glorious inheritance is in the Saints,
πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς (καρδίας *N(K)O*) ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, (καὶ *k*) τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
19 And what is the exceeding greatnesse of his power toward vs, which beleeue, according to the working of his mightie power,
καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
20 Which he wrought in Christ, when he raised him from the dead, and set him at his right hand in the heauenly places,
ἣν (ἐνήργησεν *NK(o)*) ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ (τῶν *o*) νεκρῶν καὶ (καθίσας *N(k)O*) (αὐτὸν *O*) ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
21 Farre aboue al principalitie, and power, and might, and domination, and euery Name, that is named, not in this world only, but also in that that is to come, (aiōn )
ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, (aiōn )
22 And hath made all things subiect vnder his feete, and hath giuen him ouer all things to be the head to the Church,
καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ
23 Which is his body, euen the fulnesse of him that filleth all in all things.
ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.