< Acts 18 >
1 After these thinges, Paul departed from Athens, and came to Corinthus,
Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον,
2 And found a certaine Iewe named Aquila, borne in Pontus, lately come from Italie, and his wife Priscilla (because that Claudius had commanded all Iewes to depart from Rome) and he came vnto them.
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς·
3 And because hee was of the same crafte, he abode with them and wrought (for their crafte was to make tentes.)
καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζετο· (ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ)·
4 And he disputed in the Synagogue euery Sabbath day, and exhorted the Iewes, and the Grecians.
διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5 Now when Silas and Timotheus were come from Macedonia, Paul, forced in spirit, testified to the Iewes that Iesus was the Christ.
ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ιουδαίοις εἶναι τὸν χριστὸν Ἰησοῦν.
6 And when they resisted and blasphemed, he shooke his raiment, and saide vnto them, Your blood be vpon your owne head: I am cleane: from henceforth will I goe vnto the Gentiles.
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγὼ ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι
7 So he departed thence, and entred into a certaine mans house, named Iustus, a worshipper of God, whose house ioyned hard to the Synagogue.
καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι [Τιτίου] Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8 And Crispus the chiefe ruler of the Synagogue, beleeued in the Lord with all his housholde: and many of the Corinthians hearing it, beleeued and were baptized.
Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9 Then saide the Lord to Paul in the night by a vision, Feare not, but speake, and holde not thy peace.
εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10 For I am with thee, and no man shall lay handes on thee to hurt thee: for I haue much people in this citie.
διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ·
11 So he continued there a yeere and six moneths, and taught ye worde of God among them.
Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12 Now when Gallio was Deputie of Achaia, the Iewes arose with one accorde against Paul, and brought him to the iudgement seate,
Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13 Saying, This fellow persuadeth me to worship God otherwise then the Lawe appointeth.
λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
14 And as Paul was about to open his mouth, Gallio saide vnto the Iewes, If it were a matter of wrong, or an euill deede, O ye Iewes, I would according to reason maintaine you.
Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥαδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
15 But if it bee a question of woordes, and names, and of your Lawe, looke yee to it your selues: for I will be no iudge of those things.
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16 And hee draue them from the iudgement seate.
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17 Then tooke al the Grecians Sosthenes the chiefe ruler of the Synagogue, and beat him before the iudgement seat: but Gallio cared nothing for those things.
ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
18 But when Paul had taried there yet a good while, hee tooke leaue of the brethren, and sailed into Syria (and with him Priscilla and Aquila) after that he had shorne his head in Cenchrea: for he had a vowe.
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν· εἶχεν γὰρ εὐχήν.
19 Then hee came to Ephesus, and left them there: but hee entred into the Synagogue and disputed with the Iewes.
κατήντησαν δὲ εἰς Ἔφεσον· κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις,
20 Who desired him to tarie a longer time with them: but he would not consent,
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ ἐπένευσεν,
21 But bade the farewel, saying, I must needes keepe this feast that commeth, in Hierusalem: but I will returne againe vnto you, if God will. So he sailed from Ephesus.
ἀλλὰ ἀποταξάμενος καὶ εἰπών, Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου·
22 And when hee came downe to Cesarea, he went vp to Hierusalem: and when he had saluted the Church, he went downe vnto Antiochia.
καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν·
23 Nowe when he had taried there a while, he departed, and went thorowe the countrey of Galatia and Phrygia by order, strengthening all the disciples.
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
24 And a certaine Iewe named Apollos, borne at Alexandria, came to Ephesus, an eloquent man, and mightie in the Scriptures.
Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25 The same was instructed in the way of the Lord, and hee spake feruently in the Spirite, and taught diligently the things of the Lord, and knew but the baptisme of Iohn onely.
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστά μενος μόνον τὸ βάπτισμα Ἰωάνου·
26 And he began to speake boldely in the Synagogue. Whom when Aquila and Priscilla had heard, they tooke him vnto them, and expounded vnto him the way of God more perfectly.
οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ.
27 And when hee was minded to goe into Achaia, the brethren exhorting him, wrote to the disciples to receiue him: and after hee was come thither, he holpe them much which had beleeued through grace.
βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
28 For mightily hee confuted publikely the Iewes, with great vehemencie, shewing by the Scriptures, that Iesus was that Christ.
εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν, εἶναι τὸν χριστὸν Ἰησοῦν.