< 1 Timothy 4 >

1 Now the Spirit speaketh euidently, that in the latter times some shall depart from the faith, and shall giue heede vnto spirits of errour, and doctrines of deuils,
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων
2 Which speake lies through hypocrisie, and haue their cosciences burned with an hote yron,
ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
3 Forbidding to marrie, and commanding to abstaine from meates which God hath created to be receiued with giuing thankes of them which beleeue and knowe the trueth.
κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν.
4 For euery creature of God is good, and nothing ought to be refused, if it be receiued with thankesgiuing.
ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
5 For it is sanctified by the worde of God, and prayer.
ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
6 If thou put the brethren in remembrance of these things, thou shalt be a good minister of Iesus Christ, which hast bene nourished vp in the wordes of faith, and of good doctrine, which thou hast continually followed.
Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας·
7 But cast away prophane, and olde wiues fables, and exercise thy selfe vnto godlinesse.
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.
8 For bodily exercise profiteth litle: but godlinesse is profitable vnto all things, which hath the promise of the life present, and of that that is to come.
ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
9 This is a true saying, and by all meanes worthie to be receiued.
πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.
10 For therefore we labour and are rebuked, because we trust in the liuing God, which is the Sauiour of all men, specially of those that beleeue.
εἰς τοῦτο γὰρ (καὶ *k*) κοπιῶμεν καὶ (ἀγωνιζόμεθα, *N(K)O*) ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν.
11 These things warne and teache.
Παράγγελλε ταῦτα καὶ δίδασκε.
12 Let no man despise thy youth, but be vnto them that beleeue, an ensample, in worde, in conuersation, in loue, in spirit, in faith, and in purenesse.
μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ (ἐν πνεύματι, *K*) ἐν πίστει, ἐν ἁγνείᾳ.
13 Till I come, giue attendance to reading, to exhortation, and to doctrine.
ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ,
14 Despise not the gift that is in thee, which was giuen thee by prophecie with the laying on of the hands of the companie of the Eldership.
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
15 These things exercise, and giue thy selfe vnto them, that it may be seene howe thou profitest among all men.
ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ (ἐν *k*) πᾶσιν.
16 Take heede vnto thy selfe, and vnto learning: continue therein: for in doing this thou shalt both saue thy selfe, and them that heare thee.
ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

< 1 Timothy 4 >