< 1 Timothy 3 >
1 This is a true saying, If any man desire the office of a Bishop, he desireth a worthie worke.
Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
2 A Bishop therefore must be vnreproueable, the husband of one wife, watching, temperate, modest, harberous, apt to teache,
δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
3 Not giuen to wine, no striker, not giuen to filthy lucre, but gentle, no fighter, not couetous,
μὴ πάροινον, μὴ ⸀πλήκτην ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον,
4 One that can rule his owne house honestly, hauing children vnder obedience with all honestie.
τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος·
5 For if any cannot rule his owne house, how shall he care for the Church of God?
(εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται; )
6 He may not be a yong scholer, lest he being puffed vp fall into the condemnation of the deuill.
μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
7 He must also be well reported of, euen of them which are without, lest he fall into rebuke, and the snare of the deuill.
δεῖ ⸀δὲκαὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
8 Likewise must Deacons be graue, not double tongued, not giuen vnto much wine, neither to filthy lucre,
Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
9 Hauing the mysterie of the faith in pure conscience.
ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
10 And let them first be proued: then let them minister, if they be found blameles.
καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.
11 Likewise their wiues must be honest, not euill speakers, but sober, and faithfull in all things.
γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.
12 Let the Deacons be the husbands of one wife, and such as can rule their children well, and their owne housholdes.
διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων·
13 For they that haue ministred well, get them selues a good degree, and great libertie in the faith, which is in Christ Iesus.
οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
14 These things write I vnto thee, trusting to come very shortly vnto thee.
Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ⸂ἐν τάχει,
15 But if I tary long, that thou maist yet know, how thou oughtest to behaue thy self in ye house of God, which is the Church of the liuing God, the pillar and ground of trueth.
ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας·
16 And without controuersie, great is the mysterie of godlinesse, which is, God is manifested in the flesh, iustified in the Spirit, seene of Angels, preached vnto the Gentiles, beleeued on in the world, and receiued vp in glorie.
καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ⸀Ὃςἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.