< 1 Samuel 7 >

1 Then the men of Kiriath-iearim came, and tooke vp the Arke of the Lord, and brought it into the house of Abinadab in the hill: and they sanctified Eleazar his sonne, to keepe the Arke of the Lord.
καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου
2 (For while the Arke abode in Kiriath-iearim, the time was long, for it was twentie yeeres) and al the house of Israel lamented after ye Lord.
καὶ ἐγενήθη ἀφ’ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαριμ ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου
3 Then Samuel spake vnto all the house of Israel, saying, If ye be come againe vnto the Lord with all your heart, put away the strange gods from among you, and Ashtaroth, and direct your hearts vnto the Lord, and serue him only, and he shall deliuer you out of the hand of ye Philistims.
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων
4 Then the children of Israel did put away Baalim and Ashtaroth, and serued the Lord onely.
καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ
5 And Samuel said, Gather all Israel to Mizpeh, and I will pray for you vnto the Lord.
καὶ εἶπεν Σαμουηλ ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον
6 And they gathered together to Mizpeh, and drewe water and powred it out before the Lord, and fasted the same day, and sayd there, We haue sinned against the Lord. And Samuel iudged the children of Israel in Mizpeh.
καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ
7 When the Philistims heard that the children of Israel were gathered together to Mizpeh, the princes of the Philistims went vp against Israel: and when the children of Israel heard that, they were afraide of the Philistims.
καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων
8 And the children of Israel sayd to Samuel, Cease not to crie vnto the Lord our God for vs, that hee may saue vs out of the hand of the Philistims.
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ μὴ παρασιωπήσῃς ἀφ’ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον θεόν σου καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων
9 Then Samuel tooke a sucking lambe, and offered it all together for a burnt offering vnto the Lord, and Samuel cryed vnto the Lord for Israel, and the Lord heard him.
καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτοῦ κύριος
10 And as Samuel offered the burnt offering, the Philistims came to fight against Israel: but the Lord thundred with a great thunder that day vpon the Philistims, and scattered them: so they were slaine before Israel.
καὶ ἦν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐβρόντησεν κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ
11 And the men of Israel went from Mizpeh and pursued the Philistims, and smote them vntill they came vnder Beth-car.
καὶ ἐξῆλθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ
12 Then Samuel tooke a stone and pitched it betweene Mizpeh and Shen, and called the name thereof, Eben-ezer, and he sayd, Hitherto hath the Lord holpen vs.
καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος
13 So the Philistims were brought vnder, and they came no more againe into the coastes of Israel: and the hand of the Lord was against the Philistims all the dayes of Samuel.
καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ
14 Also the cities which the Philistims had taken from Israel, were restored to Israel, from Ekron euen to Gath: and Israel deliuered the coastes of the same out of the hands of the Philistims: and there was peace betweene Israel and the Amorites.
καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ισραηλ καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ Ἀσκαλῶνος ἕως Αζοβ καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου
15 And Samuel iudged Israel all the dayes of his life,
καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
16 And went about yeere by yere to Beth-el, and Gilgal, and Mizpeh, and iudged Israel in all those places.
καὶ ἐπορεύετο κατ’ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις
17 Afterward hee returned to Ramah: for there was his house, and there he iudged Israel: also he built an altar there vnto the Lord.
ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ

< 1 Samuel 7 >