< 1 John 2 >
1 My little children, these things write I vnto you, that ye sinne not: and if any man sinne, wee haue an Aduocate with the Father, Iesus Christ, the Iust.
Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον,
2 And he is the reconciliation for our sinnes: and not for ours onely, but also for the sinnes of the whole world.
καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
3 And hereby we are sure that we knowe him, if we keepe his commandements.
Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
4 Hee that saith, I knowe him, and keepeth not his commandements, is a liar, and the trueth is not in him.
ὁ λέγων ⸀ὅτιἜγνωκα αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
5 But hee that keepeth his worde, in him is the loue of God perfect in deede: hereby wee knowe that ye are in him.
ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
6 He that saith he remaineth in him, ought euen so to walke, as he hath walked.
ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ ⸀αὐτὸςπεριπατεῖν.
7 Brethren, I write no newe commandement vnto you: but an olde commandement, which ye haue had from the beginning: this olde commandement is that worde, which yee haue heard from the beginning.
⸀Ἀγαπητοί οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλʼ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπʼ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ⸀ἠκούσατε
8 Againe, a new comandement I write vnto you, that which is true in him, and also in you: for the darkenes is past, and that true light now shineth.
πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
9 He that saith that hee is in that light, and hateth his brother, is in darkenes, vntill this time.
ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
10 Hee that loueth his brother, abideth in that light, and there is none occasion of euil in him.
ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν·
11 But he that hateth his brother, is in darkenesse, and walketh in darkenesse, and knoweth not whither hee goeth, because that darkenesse hath blinded his eyes.
ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.
12 Litle children, I write vnto you, because your sinnes are forgiuen you for his Names sake.
Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ·
13 I write vnto you, fathers, because yee haue knowen him that is from the beginning. I write vnto you, yong men, because ye haue ouercome that wicked one. I write vnto you, litle children, because ye haue knowen ye Father.
γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν.
14 I haue written vnto you, fathers, because ye haue knowen him, that is from the beginning. I haue written vnto you, yong men, because ye are strong, and the worde of God abideth in you, and ye haue ouercome that wicked one.
⸀ἔγραψαὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.
15 Loue not this world, neither the things that are in this world. If any man loue this world, the loue of the Father is not in him.
Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
16 For all that is in this world (as the lust of the flesh, the lust of the eyes, and the pride of life) is not of the Father, but is of this world.
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν·
17 And this world passeth away, and the lust thereof: but he that fulfilleth the will of God, abideth euer. (aiōn )
καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα. (aiōn )
18 Litle children, it is the last time, and as ye haue heard that Antichrist shall come, euen now are there many Antichrists: whereby we know that it is the last time.
Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ⸀ὅτιἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
19 They went out from vs, but they were not of vs: for if they had bene of vs, they should haue continued with vs. But this cometh to passe, that it might appeare, that they are not all of vs.
ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ⸂ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθʼ ἡμῶν· ἀλλʼ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.
20 But ye haue an ointment from that Holy one, and know all things.
καὶὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου ⸀καὶ οἴδατε ⸀πάντες
21 I haue not written vnto you, because ye knowe not the trueth: but because ye knowe it, and that no lie is of the trueth.
οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλʼ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.
22 Who is a liar, but he that denyeth that Iesus is that Christ? the same is that Antichrist that denyeth the Father and the Sonne.
τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.
23 Whosoeuer denyeth the Sonne, the same hath not the Father.
πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ⸂ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει.
24 Let therefore abide in you that same which ye haue heard from the beginning. If that which ye haue heard from the beginning, shall remaine in you, ye also shall continue in the Sonne, and in the Father.
⸀ὑμεῖςὃ ἠκούσατε ἀπʼ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπʼ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.
25 And this is the promise that he hath promised vs, euen that eternall life. (aiōnios )
καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. (aiōnios )
26 These things haue I written vnto you, concerning them that deceiue you.
Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.
27 But that anointing which ye receiued of him, dwelleth in you: and ye neede not that any man teach you: but as the same Anoynting teacheth you of all things, and it is true, and is not lying, and as it taught you, ye shall abide in him.
καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπʼ αὐτοῦ ⸂μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλʼ ὡς τὸ ⸀αὐτοῦχρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, ⸀μένετεἐν αὐτῷ.
28 And nowe, litle children, abide in him, that when he shall appeare, we may be bolde, and not be ashamed before him at his comming.
Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ⸀ἐὰνφανερωθῇ ⸀σχῶμενπαρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπʼ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
29 If ye know that he is righteous, know ye that he which doeth righteously, is borne of him.
ἐὰν εἰδῆτε ὅτιδίκαιός ἐστιν, γινώσκετε ⸀ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.