< 1 Corinthians 11 >

1 Be yee followers of mee, euen as I am of Christ.
μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
2 Now brethren, I commend you, that ye remember all my things, and keepe the ordinances, as I deliuered them to you.
Ἐπαινῶ δὲ ⸀ὑμᾶςὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
3 But I wil that ye know, that Christ is the head of euery man: and the man is the womans head: and God is Christs head.
θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦΧριστοῦ ὁ θεός.
4 Euery man praying or prophecying hauing any thing on his head, dishonoureth his head.
πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ·
5 But euery woman that prayeth or prophecieth bare headed, dishonoureth her head: for it is euen one very thing, as though she were shauen.
πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ⸀αὐτῆς ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
6 Therefore if the woman be not couered, let her also be shorne: and if it be shame for a woman to be shorne or shauen, let her be couered.
εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
7 For a man ought not to couer his head: for as much as he is the image and glory of God: but the woman is the glory of the man.
ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ⸀ἡγυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
8 For the man is not of the woman, but the woman of the man.
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
9 For the man was not created for the womans sake: but the woman for the mans sake.
καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
10 Therefore ought the woman to haue power on her head, because of the Angels.
διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
11 Neuertheles, neither is the man without the woman, neither the woman without the man in the Lord.
πλὴν οὔτε ⸂γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ·
12 For as the woman is of the man, so is the man also by the woman: but all things are of God.
ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
13 Iudge in your selues, Is it comely that a woman pray vnto God vncouered?
ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι;
14 Doeth not nature it selfe teach you, that if a man haue long heare, it is a shame vnto him?
⸀οὐδὲ⸂ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν,
15 But if a woman haue long heare, it is a prayse vnto her: for her heare is giuen her for a couering.
γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου ⸀δέδοται
16 But if any man lust to be contentious, we haue no such custome, neither the Churches of God.
εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17 Nowe in this that I declare, I prayse you not, that ye come together, not with profite, but with hurt.
Τοῦτο δὲ ⸂παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
18 For first of all, when ye come together in the Church, I heare that there are dissentions among you: and I beleeue it to be true in some part.
πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
19 For there must be heresies euen among you, that they which are approoued among you, might be knowen.
δεῖ γὰρ καὶαἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα ⸀καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
20 When ye come together therefore into one place, this is not to eate the Lords Supper.
συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν,
21 For euery man when they should eate, taketh his owne supper afore, and one is hungry, and another is drunken.
ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
22 Haue ye not houses to eate and to drinke in? despise ye the Church of God, and shame them that haue not? what shall I say to you? shall I prayse you in this? I prayse you not.
μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ⸂εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
23 For I haue receiued of the Lord that which I also haue deliuered vnto you, to wit, That the Lord Iesus in the night when he was betrayed, tooke bread:
Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετοἔλαβεν ἄρτον
24 And when hee had giuen thankes, hee brake it, and sayde, Take, eate: this is my body, which is broken for you: this doe ye in remembrance of me.
καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀εἶπεν Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶν τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
25 After the same maner also he tooke the cup, when he had supped, saying, This cup is the Newe Testament in my blood: this doe as oft as ye drinke it, in remembrance of me.
ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ⸀ἐὰνπίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
26 For as often as ye shall eate this bread, and drinke this cup, ye shewe the Lords death till hee come.
ὁσάκις γὰρ ⸀ἐὰνἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριονπίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗἔλθῃ.
27 Wherefore, whosoeuer shall eate this bread, and drinke the cup of the Lord vnworthily, shall be guiltie of the body and blood of the Lord.
Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτονἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
28 Let euery man therefore examine himselfe, and so let him eate of this bread, and drinke of this cup.
δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
29 For he that eateth and drinketh vnworthily, eateth and drinketh his owne damnation, because he discerneth not the Lords body.
ὁ γὰρ ἐσθίων καὶ ⸀πίνωνκρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμα
30 For this cause many are weake, and sicke among you, and many sleepe.
διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.
31 For if we would iudge our selues, we should not be iudged.
εἰ ⸀δὲἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα·
32 But when we are iudged, we are chastened of the Lord, because we should not be condemned with the world.
κρινόμενοι δὲ ⸀ὑπὸκυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33 Wherefore, my brethren, when ye come together to eate, tary one for another.
Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε.
34 And if any man be hungry, let him eate at home, that ye come not together vnto condemnation. Other things will I set in order when I come.
⸀εἴτις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

< 1 Corinthians 11 >