< Numbers 26 >

1 After the plague was over, the Lord told Moses and Eleazar son of Aaron the priest,
καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων
2 “Census all the Israelites by family—all those twenty years of age or older who are eligible for military service in the army of Israel.”
λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
3 There on the plains of Moab beside the Jordan opposite Jericho, Moses and Eleazar the priest gave the order,
καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων
4 “Census the men twenty years of age or older, following the instructions the Lord gave to Moses.” The following is the genealogical record of those who left the land of Egypt.
ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου
5 These were the descendants of Reuben, Israel's firstborn: Hanoch, ancestor of the Hanochite family; Pallu, ancestor of the Palluite family;
Ρουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δῆμος τοῦ Ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουι
6 Hezron, ancestor of the Hezronite family; and Carmi, ancestor of the Carmite family.
τῷ Ασρων δῆμος τοῦ Ασρωνι τῷ Χαρμι δῆμος τοῦ Χαρμι
7 These were the families descended from Reuben and they numbered 43,730.
οὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα
8 Pallu's son was Eliab,
καὶ υἱοὶ Φαλλου Ελιαβ
9 and Eliab's sons were Nemuel, Dathan, and Abiram. (It was Dathan and Abiram, leaders chosen by the Israelites, who joined the rebellion against Moses and Aaron with the followers of Korah when they rebelled against the Lord.
καὶ υἱοὶ Ελιαβ Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου
10 The earth opened up and swallowed them down, along with Korah. His followers died when the fire burned up 250 men. What happened to them was a warning to the Israelites.
καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ
11 But Korah's sons didn't die.)
οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον
12 These were the descendants of Simeon by family: Nemuel, ancestor of the Nemuelite family; Jamin, ancestor of the Jaminite family; Jachin, ancestor of the Jachinite family;
καὶ οἱ υἱοὶ Συμεων ὁ δῆμος τῶν υἱῶν Συμεων τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιαχιν δῆμος ὁ Ιαχινι
13 Zerah, ancestor of the Zerahite family; and Shaul, ancestor of the Shaulite family.
τῷ Ζαρα δῆμος ὁ Ζαραϊ τῷ Σαουλ δῆμος ὁ Σαουλι
14 These were the families descended from Simeon and they numbered 22,200.
οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι
15 These were the descendants of Gad by family: Zephon, ancestor of the Zephonite family; Haggi, ancestor of the Haggite family; Shuni, ancestor of the Shunite family;
υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν
16 Ozni, ancestor of the Oznite family; Eri, ancestor of the Erite family;
ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν τῷ Σηλων δῆμος ὁ Σηλωνι τῷ Φαρες δῆμος ὁ Φαρες τῷ Ζαρα δῆμος ὁ Ζαραϊ
17 Arod, ancestor of the Arodite family; Areli, ancestor of the Arelite family.
καὶ ἐγένοντο υἱοὶ Φαρες τῷ Ασρων δῆμος ὁ Ασρωνι τῷ Ιαμουν δῆμος ὁ Ιαμουνι
18 These were the families descended from Gad and they numbered 40,500.
οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι
19 The sons of Judah who died in Canaan were Er and Onan. These were the descendants of Judah by family:
καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ Θωλα δῆμος ὁ Θωλαϊ τῷ Φουα δῆμος ὁ Φουαϊ
20 Shelah, ancestor of the Shelanite family; Perez, ancestor of the Perezite family; Zerah, ancestor of the Zerahite family.
τῷ Ιασουβ δῆμος ὁ Ιασουβι τῷ Σαμαραν δῆμος ὁ Σαμαρανι
21 These were the descendants of Perez: Hezron, ancestor of the Hezronite family; and Hamul, ancestor of the Hamulite family.
οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι
22 These were the families descended from Judah and they numbered 76,500.
υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν τῷ Σαρεδ δῆμος ὁ Σαρεδι τῷ Αλλων δῆμος ὁ Αλλωνι τῷ Αλληλ δῆμος ὁ Αλληλι
23 These were the descendants of Issachar by family: Tola, ancestor of the Tolaite family; Puvah, ancestor of the Punite family;
οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι
24 Jashub, ancestor of the Jashubite family; and Shimron, ancestor of the Shimronite family.
υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν τῷ Σαφων δῆμος ὁ Σαφωνι τῷ Αγγι δῆμος ὁ Αγγι τῷ Σουνι δῆμος ὁ Σουνι
25 These were the families descended from Isaachar and they numbered 64,300.
τῷ Αζενι δῆμος ὁ Αζενι τῷ Αδδι δῆμος ὁ Αδδι
26 These were the descendants of Zebulun by family: Sered, ancestor of the Seredite family; Elon, ancestor of the Elonite family; and Jahleel, ancestor of the Jahleelite family.
τῷ Αροαδι δῆμος ὁ Αροαδι τῷ Αριηλ δῆμος ὁ Αριηλι
27 These were the families descended from Zebulun, and they numbered 60, 500.
οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
28 These were descendants of Joseph by family through Manasseh and Ephraim:
υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιεσου δῆμος ὁ Ιεσουι τῷ Βαρια δῆμος ὁ Βαριαϊ
29 The descendants of Manasseh: Machir (he was the father of Gilead), ancestor of the Machirite family; and Gilead, ancestor of the Gileadite family.
τῷ Χοβερ δῆμος ὁ Χοβερι τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλι
30 The descendants of Gilead: Izer, ancestor of the Iezerite family; Helek, ancestor of the Helekite family;
καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα
31 Asriel, ancestor of the Asrielite family; Shechem, ancestor of the Shechemite family;
οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
32 Shemida, ancestor of the Shemidaite family; and Hepher, ancestor of the Hepherite family.
υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν Μανασση καὶ Εφραιμ
33 (Zelophehad, son of Hepher, didn't have any sons, only daughters. Their names were Mahlah, Noah, Hoglah, Milcah, and Tirzah.)
υἱοὶ Μανασση τῷ Μαχιρ δῆμος ὁ Μαχιρι καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ τῷ Γαλααδ δῆμος ὁ Γαλααδι
34 These were the families descended from Manasseh, and they numbered 52,700.
καὶ οὗτοι υἱοὶ Γαλααδ τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι τῷ Χελεγ δῆμος ὁ Χελεγι
35 These were the descendants of Ephraim by family: Shuthelah, ancestor of the Shuthelahite family; Becher, ancestor of the Becherite family; and Tahan, ancestor of the Tahanite family.
τῷ Εσριηλ δῆμος ὁ Εσριηλι τῷ Συχεμ δῆμος ὁ Συχεμι
36 The descendant of Shuthelah was Eran, ancestor of the Eranite family.
τῷ Συμαερ δῆμος ὁ Συμαερι καὶ τῷ Οφερ δῆμος ὁ Οφερι
37 These were the families descended from Ephraim, and they numbered 32,500. These families were the descendants of Joseph.
καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ’ ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
38 These were the descendants of Benjamin by family: Bela, ancestor of the Belaite family; Ashbel, ancestor of the Ashbelite family; Ahiram, ancestor of the Ahiramite family;
οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
39 Shupham, ancestor of the Shuphamite family; and Hupham, ancestor of the Huphamite family.
καὶ οὗτοι υἱοὶ Εφραιμ τῷ Σουταλα δῆμος ὁ Σουταλαϊ τῷ Ταναχ δῆμος ὁ Ταναχι
40 The descendants of Bela were Ard, ancestor of the Ardite family; and Naaman, ancestor of the Naamite family.
οὗτοι υἱοὶ Σουταλα τῷ Εδεν δῆμος ὁ Εδενι
41 These were the families descended from Benjamin, and they numbered 45,600.
οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν
42 These were the descendants of Dan by family: Shuham, ancestor of the Shuhamite families.
υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν τῷ Βαλε δῆμος ὁ Βαλεϊ τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανι
43 They were all Shuhamite families, and they numbered 64,400.
τῷ Σωφαν δῆμος ὁ Σωφανι
44 These were the descendants of Asher by family: Imnah, ancestor of the Imnite family; Ishvi, ancestor of the Ishvite family; and Beriah, ancestor of the Beriite family.
καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ καὶ Νοεμαν τῷ Αδαρ δῆμος ὁ Αδαρι τῷ Νοεμαν δῆμος ὁ Νοεμανι
45 The descendants of Beriah were Heber, ancestor of the Heberite family; and Malchiel, ancestor of the Malchielite family.
οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι
46 The name of Asher's daughter was Serah.
καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν τῷ Σαμι δῆμος ὁ Σαμι οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν
47 These were the families descended from Asher, and they numbered 53,400.
πάντες οἱ δῆμοι Σαμι κατ’ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι
48 These were the descendants of Naphtali by family: Jahzeel, ancestor of the Jahzeelite family; Guni, ancestor of the Gunite family;
υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν τῷ Ασιηλ δῆμος ὁ Ασιηλι τῷ Γαυνι δῆμος ὁ Γαυνι
49 Jezer, ancestor of the Jezerite family; and Shillem, ancestor of the Sheillemite family.
τῷ Ιεσερ δῆμος ὁ Ιεσερι τῷ Σελλημ δῆμος ὁ Σελλημι
50 These were the families descended from Naphtali, and they numbered 45,400.
οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι
51 The total of all those counted was 601,730.
αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα
52 The Lord told Moses,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
53 “Divide the land that is to be owned based on the number of those censused.
τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων
54 Give a larger area of land to large tribe, and a smaller area to a smaller tribe. Each tribe shall receive their allotment of land depending on their number counted in the census.
τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν
55 The land has to be divided up by casting lots. Everyone shall receive their allotted land based on the name of their ancestor's tribe.
διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν
56 Every allocation of land is to be divided by casting lots among the tribes, whether large or small.”
ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων
57 These were the Levites censused by family: Gershon, ancestor of the Gershonite family; Kohath, ancestor of the Kohathite family; and Merari, ancestor of the Merarite family.
καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν τῷ Γεδσων δῆμος ὁ Γεδσωνι τῷ Κααθ δῆμος ὁ Κααθι τῷ Μεραρι δῆμος ὁ Μεραρι
58 The following were the families of the Levites: the Libnite family, the Hebronite family, the Mahlite family, the Mushite family, and the Korahite family. Kohath was the father of Amram,
οὗτοι δῆμοι υἱῶν Λευι δῆμος ὁ Λοβενι δῆμος ὁ Χεβρωνι δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ
59 and the name of Amram's wife was Jochebed. She was a descendant of Levi, born while the Levites were in Egypt. She had children with Amram: Aaron, Moses, and their sister Miriam.
καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν
60 Aaron's sons were Nadab, Abihu, Eleazar, and Ithamar,
καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ
61 but Nadab and Abihu died when they offered forbidden fire in the Lord's presence.
καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα
62 The number of the Levites censused totaled 23,000. This included every male one month old or older. However, they were not counted with the other Israelites, because no land allotment was given to them with the other Israelites.
καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ
63 This is the record of those were censused by Moses and Eleazar the priest when they counted the Israelites on the plains of Moab beside the Jordan opposite Jericho.
καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
64 However, they did not include a single one who had previously been censused by Moses and Aaron the priest when they counted the Israelites in the Sinai Desert,
καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα
65 because the Lord had told them that they would all die in the desert. No one was left except Caleb, son of Jephunneh, and Joshua, son of Nun.
ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη

< Numbers 26 >