< Luke 22 >
1 Now the Festival of Unleavened Bread, also called the Passover, was approaching.
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν Ἀζύμων, ἡ λεγομένη Πάσχα.
2 The chief priests and religious teachers were looking for a way to kill Jesus, but were afraid of what the people would do.
Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 Satan entered into Judas, surnamed Iscariot, one of the twelve disciples.
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν, τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.
4 He went and discussed with the chief priests and guard officers how he could betray Jesus.
Καὶ ἀπελθὼν, συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς, τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
5 They were delighted, and offered him money.
Καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
6 He agreed, and began to look for an opportunity to hand over Jesus when a crowd would not be there.
Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
7 The Day of Unleavened Bread arrived when the Passover lamb had to be sacrificed.
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ Πάσχα.
8 Jesus sent Peter and John, telling them, “Go and prepare the Passover meal, so we can eat it together.”
Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, “Πορευθέντες, ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.”
9 They asked him, “Where do you want us to prepare for it?”
Οἱ δὲ εἶπαν αὐτῷ, “Ποῦ θέλεις ἑτοιμάσωμεν;”
10 He replied, “When you enter the city you'll meet a man carrying a jar of water. Follow him and go into the house he enters.
Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος, κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.
11 Tell the owner of the house that the Teacher asks you, ‘Where is the dining room where I can eat the Passover with my disciples?’
Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, ‘Λέγει σοι ὁ διδάσκαλος, “Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;”’
12 He'll show you a large upstairs room that already has the necessary furniture. Prepare the meal there.”
Κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.”
13 They went and found that everything was just as he had told them, and they prepared the Passover meal there.
Ἀπελθόντες δὲ, εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
14 When the time came, he sat down at the table with his apostles. He told them,
Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
15 “I've been really looking forward to eating this Passover meal with you before my sufferings begin.
Καὶ εἶπεν πρὸς αὐτούς, “Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθʼ ὑμῶν, πρὸ τοῦ με παθεῖν.
16 I tell you I shall not eat it again until the time is fulfilled in the kingdom of God.”
Λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ, ἕως ὅτου πληρωθῇ ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”
17 Jesus took the cup, and after he had given thanks, he said, “Take this and share it among yourselves.
Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπεν, “Λάβετε τοῦτο, καὶ διαμερίσατε εἰς ἑαυτούς.
18 I tell you that I won't drink again of the fruit of the vine until the kingdom of God comes.”
Λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως οὗ ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἔλθῃ.”
19 He picked up some bread, and after he had given thanks, he broke it into pieces and gave it to them. “This is my body which is given for you; do this in order to remember me,” Jesus told them.
Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, “Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.”
20 In the same way after they had finished supper, he picked up the cup and said, “This cup is the new agreement in my blood which is poured out for you.”
Καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων, “Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.
21 “In spite of this, my betrayer is sitting right here with me at the table.
Πλὴν ἰδοὺ, ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
22 For it has been determined that the Son of man will die, yet how disastrous it will be for his betrayer!”
Ὅτι ὁ Υἱὸς μὲν τοῦ Ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται.”
23 They began to argue among themselves as to who this might be and who could do this.
Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς, τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν, ὁ τοῦτο μέλλων πράσσειν.
24 At the same time they also got into a quarrel about which of them was the most important.
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
25 Jesus told them, “Foreign kings lord it over their subjects, and those having power even want people to call them ‘benefactors.’
Ὁ δὲ εἶπεν αὐτοῖς, “Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν, ‘εὐεργέται’, καλοῦνται.
26 But it should not be so with you! Whoever is highest among you should be like the lowest, and the leader should be like a servant.
Ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν, γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος, ὡς ὁ διακονῶν.
27 Who is greater—the one who sits at the table, or the one who serves? Isn't it the one who sits at the table? But I'm among you as the one who serves.
Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
28 You have stayed with me throughout my trials.
Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ, ἐν τοῖς πειρασμοῖς μου.
29 And I grant to you authority to rule, just as my Father granted it to me,
Κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν,
30 so that you may eat and drink at my table in my kingdom, and sit on thrones judging the twelve tribes of Israel.”
ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθῆσθε ἐπὶ θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
31 “Simon, Simon—Satan has asked to have all of you to sift like wheat,
Σίμων, Σίμων, ἰδοὺ, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
32 but I have prayed for you that your trust in me may not fail. And when you have returned, encourage your brothers.”
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας, στήρισον τοὺς ἀδελφούς σου.”
33 Peter said, “Lord, I'm ready to go with you to prison, and to die with you!”
Ὁ δὲ εἶπεν αὐτῷ, “˚Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.”
34 Jesus replied, “I'm telling you, Peter, before the cock crows today, you will deny three times that you know me.”
Ὁ δὲ εἶπεν, “Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ, ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.”
35 Jesus asked them, “When I sent you out without money, without a bag, and without an extra pair of sandals, did you lack anything?” “No, nothing,” they replied.
Καὶ εἶπεν αὐτοῖς, “Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;” Οἱ δὲ εἶπαν, “Οὐθενός.”
36 “But now, if you have money you should take it, as well as a bag, and if you don't have a sword, sell your cloak and buy one.
Εἶπεν δὲ αὐτοῖς, “Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν.
37 I tell you that this statement in Scripture about me must be fulfilled: ‘He was counted with the wicked.’ What was said about me is now being fulfilled.”
Λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον, δεῖ τελεσθῆναι ἐν ἐμοί, τό ‘Καὶ μετὰ ἀνόμων ἐλογίσθη’· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.”
38 “Look, Lord, here are two swords,” they said. “That's enough,” he replied.
Οἱ δὲ εἶπαν, “˚Κύριε, ἰδοὺ, μάχαιραι ὧδε δύο.” Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἱκανόν ἐστιν.”
39 Jesus left and as usual went to the Mount of Olives together with his disciples.
Καὶ ἐξελθὼν, ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
40 When he arrived he said to them, “Pray that you don't give in to temptation.”
Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, “Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.”
41 Then he left them and walked about a stone's throw away, where he kneeled down and prayed.
Καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα, προσηύχετο
42 “Father,” he prayed, “if you're willing, please take away this cup of suffering from me. But I want to do what you want, not what I want.”
λέγων, “Πάτερ, εἰ βούλει, παρένεγκε τοῦτο τὸ ποτήριον ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.”
43 Then an angel appeared from heaven to strengthen him.
44 In great distress Jesus prayed even harder, and his sweat fell like drops of blood onto the ground.
45 He finished praying, stood up, and went over to the disciples. He found them asleep, worn out by grief.
Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς, εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
46 “Why are you sleeping?” he asked them. “Get up and pray so that you won't fall into temptation.”
καὶ εἶπεν αὐτοῖς, “Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.”
47 While he was still speaking, a crowd appeared led by Judas, one of the twelve disciples. Judas went up to Jesus to kiss him.
Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ ˚Ἰησοῦ φιλῆσαι αὐτόν.
48 But Jesus asked him, “Judas, are you betraying the Son of man with a kiss?”
˚Ἰησοῦς δὲ εἶπεν αὐτῷ, “Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως;”
49 Jesus' followers asked him, “Lord, should we attack them with our swords?”
Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον, εἶπαν, “˚Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;”
50 And one of them struck the high priest's servant, cutting off his right ear.
Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
51 “Stop! No more of this!” said Jesus. He touched the man's ear and healed him.
Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ἐᾶτε ἕως τούτου!” Καὶ ἁψάμενος τοῦ ὠτίου, ἰάσατο αὐτόν.
52 Then Jesus spoke to the chief priests, and the officers of the Temple guard, and the elders. “Am I some kind of criminal that you had to come with swords and clubs?” he asked.
Εἶπεν δὲ ˚Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν, ἀρχιερεῖς, καὶ στρατηγοὺς τοῦ ἱεροῦ, καὶ πρεσβυτέρους, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
53 “You didn't arrest me before, even though I was with you in the Temple every day. But this is your moment now, the time when darkness is in power.”
Καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ. Ἀλλʼ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.”
54 They arrested him and led him away, taking him to the chief priest's house. Peter followed at a distance.
Συλλαβόντες δὲ αὐτὸν, ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55 They started a fire in the middle of the courtyard and sat down by it. Peter was there among them.
Περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων, ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
56 As he sat there, a servant girl noticed him in the firelight, and stared directly at him and said,
Ἰδοῦσα δὲ αὐτὸν, παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ εἶπεν, “Καὶ οὗτος σὺν αὐτῷ ἦν.”
57 “This man was with him.” But Peter denied it. “Woman, I don't know him!” he said.
Ὁ δὲ ἠρνήσατο λέγων, “Οὐκ οἶδα αὐτόν, γύναι.”
58 A little later someone else looked at him and said, “You're also one of them.” “No, I'm not!” Peter replied.
Καὶ μετὰ βραχὺ, ἕτερος ἰδὼν αὐτὸν ἔφη, “Καὶ σὺ ἐξ αὐτῶν εἶ.” Ὁ δὲ Πέτρος ἔφη, “Ἄνθρωπε, οὐκ εἰμί.”
59 About an hour later, another person insisted, “I'm sure he was with him too—he's a Galilean.”
Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, “Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.”
60 “I've no idea what you're talking about!” Peter replied. Right then, while he was still speaking, the cock crowed. The Lord turned and looked at Peter.
Εἶπεν δὲ ὁ Πέτρος, “Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.” Καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
61 And Peter remembered what the Lord had said, how he'd told him: “Before the cock crows today, you'll deny me three times.”
Καὶ στραφεὶς, ὁ ˚Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ ˚Κυρίου, ὡς εἶπεν αὐτῷ, ὅτι “Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον, ἀπαρνήσῃ με τρίς.”
62 Peter went out and wept bitterly.
Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.
63 The men guarding Jesus began to mock him and beat him.
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν, ἐνέπαιζον αὐτῷ δέροντες.
64 They put a blindfold on him, and then asked him, “If you can prophesy, tell us who hit you that time!”
Καὶ περικαλύψαντες αὐτὸν, ἐπηρώτων λέγοντες, “Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;”
65 and shouted many other insults at him.
Καὶ ἕτερα πολλὰ βλασφημοῦντες, ἔλεγον εἰς αὐτόν.
66 Early in the morning the council of elders gathered together with the chief priests and religious teachers. Jesus was led before the council.
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ Συνέδριον αὐτῶν
67 “If you really are the Messiah, then tell us,” they said. “Even if I were to tell you, you wouldn't believe me,” Jesus replied.
λέγοντες, “Εἰ σὺ εἶ ὁ ˚Χριστός, εἰπὸν ἡμῖν.” Εἶπεν δὲ αὐτοῖς, “Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·
68 “And if I were to ask you a question, you wouldn't answer.
ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.
69 But from now on the Son of man will sit at the right hand of the mighty God.”
Ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου ‘καθήμενος ἐκ δεξιῶν’ τῆς δυνάμεως τοῦ ˚Θεοῦ.”
70 They all asked, “So are you the son of God?” “You say that I am,” Jesus replied.
Εἶπαν δὲ πάντες, “Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ;” Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, “Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.”
71 “Why do we need any more witnesses?” they said. “We've heard it ourselves from his own mouth!”
Οἱ δὲ εἶπαν, “Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.”