< Ezekiel 30 >

1 Another message from the Lord came to me, saying,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 “Son of man, prophesy and announce that this is what the Lord God says: Weep! This is a terrible day!
υἱὲ ἀνθρώπου προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ὦ ὦ ἡ ἡμέρα
3 The day is soon coming—the Day of the Lord is near. It will be a gloomy, cloudy day, a time of judgment for the nations.
ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου ἡμέρα πέρας ἐθνῶν ἔσται
4 A sword will come to attack Egypt, and there will be anguish in Cush when people are killed in Egypt, when it's robbed of its wealth and the country ruined.
καὶ ἥξει μάχαιρα ἐπ’ Αἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια
5 Cush, Put, and Lud, and many other peoples, as well as Arabia, Kub, and the people of the promised land, they all, like Egypt, will be killed by the sword.
Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ
6 This is what the Lord says: Egypt's allies will fall, and the country will lose its prestigious position. From Migdol in the north to Syene in the south, they will be killed by the sword, declares the Lord God.
καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ λέγει κύριος
7 Egypt will become more of a wasteland than any other country, and its towns will be left in ruins.
καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται
8 Then they will acknowledge that I am the Lord when I set fire to Egypt and all its allies are crushed.
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὅταν δῶ πῦρ ἐπ’ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ
9 At that time I will send messengers in ships to shock Cush out of its sense of security. They will tremble in fear when disasters hit Egypt. Watch out! It's definitely coming!
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου ὅτι ἰδοὺ ἥκει
10 This is what the Lord God says: I will use Nebuchadnezzar king of Babylon to take away Egypt's wealth.
τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος
11 He and his army from the cruelest nation in the world will be brought to destroy the country. They will use their swords to attack Egypt, and they will fill the land with dead bodies.
αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ’ Αἴγυπτον καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν
12 I will dry up the rivers and sell the land to wicked people. Using these foreigners I will ruin the land and everything in it. I the Lord have spoken.
καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων ἐγὼ κύριος λελάληκα
13 This is what the Lord God says: I'm going to destroy the idols and get rid of the images in Memphis. There won't be a prince in Egypt any longer, and I will make everyone in the country terrified.
ὅτι τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου καὶ οὐκ ἔσονται ἔτι
14 I will destroy Pathros, set Zoan on fire, and punish Thebes.
καὶ ἀπολῶ γῆν Παθουρης καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
15 I will pour out my wrath on Pelusium, Egypt's fortress town, and wipe out the army at Thebes.
καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως
16 I will set fire to Egypt, Pelusium will suffer, Thebes will be ripped apart, and Memphis will face trouble every day.
καὶ δώσω πῦρ ἐπ’ Αἴγυπτον καὶ ταραχὴν ταραχθήσεται Συήνη καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα
17 The young soldiers of Heliopolis and Bubastis will fall by the sword, and the people from those towns will be taken captive.
νεανίσκοι ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται
18 It will be a dark day in Tahpanhes when I break Egypt's power and bring to an end their proud strength. It will be under a cloud as the people go into captivity.
καὶ ἐν Ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρῖψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς καὶ αὐτὴν νεφέλη καλύψει καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται
19 This is how I'm going to punish Egypt, and they will acknowledge that I am the Lord.”
καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
20 On the seventh day of the first month of the eleventh year, a message from the Lord came to me, saying,
καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
21 “Son of man, I have broken the arm of Pharaoh king of Egypt. You can see that it hasn't been bandaged up to heal it, or put it in a splint to provide enough strength to hold a sword.
υἱὲ ἀνθρώπου τοὺς βραχίονας Φαραω βασιλέως Αἰγύπτου συνέτριψα καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν τοῦ δοθῆναι ἐπ’ αὐτὸν μάλαγμα τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας
22 So this is what the Lord God says: Watch out, because I'm condemning Pharaoh king of Egypt! I will break his arms, both the one that's still good and the one already broken, and I will make him drop his sword.
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ
23 I will scatter the Egyptians among the different nations and countries.
καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
24 I will make the arms of the king of Babylon strong, and put my sword in his hand, but I will break Pharaoh's arms, and he will moan in pain like someone who's about to die.
καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐπάξει αὐτὴν ἐπ’ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς
25 I will make the arms of Babylon's king strong, but Pharaoh's arms will drop to his sides, weak and useless. Then they will acknowledge that I am the Lord, when I put my sword in the hand of the king of Babylon and he uses it to attack Egypt.
καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος οἱ δὲ βραχίονες Φαραω πεσοῦνται καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου
26 When I scatter the Egyptians among the different nations and countries, they will acknowledge that I am the Lord.”
καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος

< Ezekiel 30 >