< Exodus 38 >

1 Bezalel made the altar burnt offering from acacia wood. It was square and measured five cubits long by five cubits wide by three cubits high.
καὶ ἐποίησεν Βεσελεηλ τὴν κιβωτὸν
2 He made horns for each of its corners, all one piece with the altar, and covered the whole altar with bronze.
καὶ κατεχρύσωσεν αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν
3 He made all its utensils: buckets for removing ashes, shovels, sprinkling bowls, meat forks, and firepans. He made all its utensils of bronze.
καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον
4 He made a bronze mesh grate for the altar and placed it under the ledge of the altar, so that the mesh came halfway down the altar.
εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς
5 He cast four bronze rings for the four corners of the grate as holders for the poles.
καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου
6 He made poles of acacia wood for the altar and covered them with bronze.
καὶ τοὺς δύο χερουβιμ χρυσοῦς
7 He put the poles through the rings on either side of the altar so it could be carried. He made the altar hollow, using boards.
χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν καὶ χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τὸ δεύτερον τοῦ ἱλαστηρίου
8 He made the bronze basin with its stand with bronze from the mirrors of the women who served at the entrance to the Tent of Meeting.
σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον
9 Then he made a courtyard. For the south side of the courtyard he made curtains of finely-spun linen, a hundred cubits long on one side,
καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ
10 with twenty posts and twenty bronze stands, with silver hooks and bands on the posts.
καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς
11 Similarly he made curtains placed on the north side in an identical arrangement.
καὶ τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησεν καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ
12 He made curtains for the west side of the courtyard fifty cubits wide, with ten posts and ten stands.
καὶ ἐποίησεν τὰ σκεύη τῆς τραπέζης τά τε τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα ἐν οἷς σπείσει ἐν αὐτοῖς χρυσᾶ
13 The east side of the courtyard that faces the sunrise was fifty cubits wide.
καὶ ἐποίησεν τὴν λυχνίαν ἣ φωτίζει χρυσῆν στερεὰν τὸν καυλόν
14 He made the curtains on one side fifteen cubits long, with three posts and three stands,
καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς
15 and the curtains on the other side just the same.
ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες τρεῖς ἐκ τούτου καὶ τρεῖς ἐκ τούτου ἐξισούμενοι ἀλλήλοις
16 All the curtains around the courtyard were of finely-woven linen.
καὶ τὰ λαμπάδια αὐτῶν ἅ ἐστιν ἐπὶ τῶν ἄκρων καρυωτὰ ἐξ αὐτῶν καὶ τὰ ἐνθέμια ἐξ αὐτῶν ἵνα ὦσιν ἐπ’ αὐτῶν οἱ λύχνοι καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον ἀπ’ ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυφῆς ἄνωθεν στερεὸν ὅλον χρυσοῦν
17 The stands for the posts were bronze, the hooks and bands were silver, and the tops of the posts were covered with silver. All the posts around the courtyard had silver bands.
καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς χρυσοῦς καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς
18 The curtain for the entrance to the courtyard was embroidered with blue, purple, and crimson thread, and finely-spun linen. It was twenty cubits long by five cubits high, the same height as the courtyard curtains.
οὗτος περιηργύρωσεν τοὺς στύλους καὶ ἐχώνευσεν τῷ στύλῳ δακτυλίους χρυσοῦς καὶ ἐχρύσωσεν τοὺς μοχλοὺς χρυσίῳ καὶ κατεχρύσωσεν τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ καὶ ἐποίησεν τὰς ἀγκύλας χρυσᾶς
19 It was held up by four posts and four stands. The posts had silver hooks, tops, and bands.
οὗτος ἐποίησεν καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς καὶ τοὺς κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς
20 All the tent pegs for the Tabernacle and for the surrounding courtyard were made of bronze.
οὗτος ἐχώνευσεν τὰς κεφαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς καὶ τὰς κεφαλίδας τὰς χαλκᾶς τῆς θύρας τῆς σκηνῆς καὶ τὴν πύλην τῆς αὐλῆς καὶ ἀγκύλας ἐποίησεν τοῖς στύλοις ἀργυρᾶς ἐπὶ τῶν στύλων οὗτος περιηργύρωσεν αὐτάς
21 The following is what was used for the Tabernacle, the Tabernacle of the Testimony, recorded at Moses' direction by the Levites under the supervision of Ithamar, son of Aaron the priest.
οὗτος ἐποίησεν καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς
22 Bezalel, son of Uri, son of Hur, from the tribe of Judah, made everything that the Lord had ordered Moses to make.
οὗτος ἐποίησεν τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν ἃ ἦσαν τοῖς ἀνδράσιν τοῖς καταστασιάσασι μετὰ τῆς Κορε συναγωγῆς
23 He was assisted by Oholiab, son of Ahisamach, from the tribe of Dan, an engraver, designer, and embroiderer using blue, purple, and crimson thread and finely-woven linen.
οὗτος ἐποίησεν πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ τὸ πυρεῖον αὐτοῦ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας χαλκᾶς
24 The total amount of gold from the offering that was used for the work on the sanctuary was 29 talents and 730 shekels, (using the sanctuary shekel standard).
οὗτος ἐποίησεν τῷ θυσιαστηρίῳ παράθεμα ἔργον δικτυωτόν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς τοῖς μοχλοῖς εὐρεῖς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοῖς
25 The total amount of silver from those who had been counted in the census was 100 talents and 1,775 shekels (using the sanctuary shekel standard).
οὗτος ἐποίησεν τὸ ἔλαιον τῆς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος καθαρὸν ἔργον μυρεψοῦ
26 This represents a beka per person, or half a shekel, (using the sanctuary shekel standard) from everyone twenty years of age or older who had been censused, a total of 603,550 men.
οὗτος ἐποίησεν τὸν λουτῆρα χαλκοῦν καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν
27 The hundred talents of silver were used to cast the sanctuary stands and the curtain stands, 100 bases from the 100 talents, or one talent per base.
καὶ ἐποίησεν τὸν λουτῆρα ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν ἐνίπτοντο ἐξ αὐτοῦ καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ
28 Bezalel used the 1,775 shekels of silver to make the hooks for the posts, cover their tops, and make bands for them.
29 The total amount of bronze from the offering was 70 talents and 2,400 shekels.
30 Bezalel used it to make the stands for the entrance to the Tent of Meeting, the bronze altar and its bronze grate, all the utensils for the altar,
31 the stands for the courtyard and its entrance, and all the tent pegs for the Tabernacle and the courtyard.

< Exodus 38 >