< Colossians 3 >

1 So if you've been brought back to life with Christ, look for what comes from above, where Christ is, sitting at God's right hand.
Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
2 Fix your mind on what's above, not what's here on earth.
τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
3 You died, and your life is kept safe with Christ in God.
ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ·
4 When Christ—your life—is revealed, then you will also share in his visible glory.
ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 So kill your worldly nature—sexual sin, immorality, lust, evil desires, greedily wanting to have more—this is the worship of idols.
Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία,
6 Because of such things, those who disobey experience God's judgment.
δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ·
7 At one time you lived like that when you behaved in such a way,
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν τούτοις.
8 but now you should get rid of such things as anger, rage, wickedness, abuse, and using obscenities.
νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
9 Don't lie to each other, since you've discarded your old self and what you used to do,
μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,
10 and put on your new self that is always being made more like your Creator, understanding better who he really is.
καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνω σιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·
11 In this new situation there's no Greek or Jew, circumcised or uncircumcised, foreigner, barbarian, slave or free, for Christ is everything, and he lives in all of us.
ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν χριστός.
12 Since you are God's special people, holy and dearly loved, adopt a sympathetic nature that is kind, humble, gentle, and patient.
ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν·
13 Be patient with one another, forgive others among you if you have grievances against one another. Just as the Lord forgave you, you should do the same.
(ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς·)
14 Above all, love one another, which is the perfect bond that will hold you together.
ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
15 May the peace of Christ direct your thinking, because you were called to this by God who makes you one, and thank God for it!
καὶ ἡ εἰρήνη τοῦ χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
16 Let Christ's message fully live in you. In every wise way teach and instruct one another through psalms and hymns and spiritual songs, singing praises to God in gratitude and sincerity.
Ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς ψαλμοῖς ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
17 Whatever you do, whether in word or action, do everything in the name of the Lord Jesus, praising God the Father through him.
καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι᾽ αὐτοῦ.
18 You married women, respect your husbands appropriately in the Lord.
Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ.
19 You married men, love your wives and don't treat them badly.
οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 You children, always do what your parents tell you because this is what pleases the Lord.
τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ.
21 You fathers, don't make your children mad, so they won't feel like giving up.
οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
22 Those of you who are servants, do everything your human masters tell you, not with just an eye to please them, but honestly and sincerely, respecting the Lord.
οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλὰ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον.
23 Do whatever you do really well, as if you're doing it for God, and not for people,
ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις·
24 because you know that the Lord will give you your reward—an inheritance! You're serving Christ the Lord!
εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ κυρίῳ χριστῷ δουλεύετε.
25 Whoever does what's wrong will be paid back for the wrong they've done, and God has no favorites.
ὁ γὰρ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία.

< Colossians 3 >