< Acts 24 >

1 Five days later Ananias the high priest arrived with some of the Jewish leaders, and with a lawyer called Tertullus. They presented formal charges against Paul to the governor.
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ (τῶν *k*) πρεσβυτέρων (τινῶν *NO*) καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 When Paul was summoned, Tertullus began making his case against him. He said, “Your Excellency Governor Felix, we have enjoyed a long period of peace under you, and as a result of your wise judgment reforms have been enacted for the benefit of the nation.
κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ (διορθωμάτων *N(K)O*) γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
3 All of us throughout the country are so very grateful to you for this.
πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 But in order not to bore you, please be so kind as to give us your attention for a short while.
ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 We discovered that this man is a real pest, stirring up rebellions among Jews all over the world, a ringleader of the Nazarene sect.
εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα (στάσεις *N(K)O*) πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·
6 He tried to defile the Temple, so we arrested him.
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν (καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. *K*)
7
(παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, *K*)
8 By interrogating him yourself you will discover the truth of our accusations.”
(κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· *K*) παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 The Jews joined in, saying that this was all true.
(συνεπέθεντο *N(k)O*) δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 The Governor motioned for Paul to respond. “Recognizing you have been a judge over this nation for many years, I gladly make my defense,” Paul began.
Ἀπεκρίθη (τε *N(k)O*) ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι·
11 “You can easily verify that I arrived in Jerusalem to worship just twelve days ago.
δυναμένου σου (ἐπιγνῶναι *N(k)O*) ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι (ἤ *k*) (δώδεκα *N(k)O*) ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων (εἰς *N(k)O*) Ἰερουσαλήμ·
12 Nobody found me arguing in the Temple with anyone, or inciting people to riot in any synagogue or anywhere in the city.
καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ (ἐπίστασιν *N(k)O*) ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
13 Nor can they prove to you any of their accusations against me.
(οὐδὲ *N(k)O*) παραστῆσαι δύνανταί (σοι *N(K)O*) περὶ ὧν (νυνὶ *N(k)O*) κατηγοροῦσίν μου.
14 But I will admit this to you: I serve the God of our fathers following the beliefs of the Way, which they call a heretical sect. I believe everything the law teaches and what is written in the books of the prophets.
ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ (τοῖς ἐν *no*) τοῖς προφήταις γεγραμμένοις,
15 I have the same hope in God that they do, believing that there will be a resurrection of the good and the wicked.
ἐλπίδα ἔχων εἰς τὸν θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι (νεκρῶν *K*) δικαίων τε καὶ ἀδίκων·
16 Consequently I try to make sure I always have a clear conscience before God and everyone.
ἐν τούτῳ (καὶ *N(k)O*) αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν (ἔχειν *NK(o)*) πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους (διὰ *N(K)O*) (παντός. *N(k)O*)
17 Having been away for a few years I returned to bring some money to help the poor and to give offerings to God.
δι᾽ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
18 That's what they found me doing in the Temple—completing the ceremony of purification. There was no crowd and no disturbance.
ἐν (αἷς *N(k)O*) εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,
19 But some Jews from the province of Asia were there, who should be present here before you today to bring their charges, if they have anything against me.
οὓς (ἔδει *N(k)O*) ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
20 Otherwise let these men here explain themselves what crime they found me guilty of when I stood before the council,
ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν (εἴ *k*) τί εὗρον (ἐν ἐμοὶ *ko*) ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 except for the time when I shouted out to them, ‘I am on trial before you today because of my belief in the resurrection of the dead.’”
ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον (ἐφ᾽ *N(k)O*) ὑμῶν.
22 Felix who was well-informed about the Way then adjourned the trial. “When Lysias the commander comes I will make my decision regarding your case,” he said.
(Ἀκούσας ταῦτα *K*) Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἴπας· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς.
23 He ordered the centurion to keep Paul in custody but to allow him some measure of freedom and to let Paul's friends care for him without interference.
διαταξάμενος (τε *k*) τῷ ἑκατοντάρχῃ τηρεῖσθαι (τὸν *k*) (αὐτὸν, *N(K)O*) ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν (ἢ προσέρχεσθαι *K*) αὐτῷ.
24 Some days later Felix returned with his wife Drusilla, who was Jewish. He sent for Paul and listened to him speak about trusting in Christ Jesus.
Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ (ἰδίᾳ *N(k)O*) γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν (Ἰησοῦν *NO*) πίστεως.
25 He discussed with them about living right, self-control, and the coming judgment. Felix became alarmed and told Paul, “You can go now, and I'll send for you when I get the chance.”
διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος (ἔσεσθαι *K*) ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
26 Hoping that Paul would give him a bribe, Felix often sent for Paul and talked with him.
ἅμα (δὲ *k*) καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου (ὅπως λύσῃ αὐτόν, *K*) διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 Two years passed and Felix was succeeded by Porcius Festus. To stay in favor with the Jews, Felix left Paul in prison.
Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε (χάριτα *N(k)O*) καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.

< Acts 24 >