< Acts 11 >
1 The apostles and brothers in Judea heard that foreigners had also accepted the word of God.
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ ˚Θεοῦ.
2 When Peter arrived back in Jerusalem, those who believed circumcision was still essential argued with him.
Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
3 “You went into the homes of uncircumcised men, and ate with them,” they said.
λέγοντες, ὅτι “Εἰσῆλθεν πρὸς ἄνδρας, ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς.”
4 Peter began to explain to them everything that had happened.
Ἀρξάμενος δὲ, Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς, λέγων,
5 “While I was in the town of Joppa I was praying, and in a trance I saw a vision. Something that looked like a large sheet was being let down by its four corners from heaven, and it came down to me.
“Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
6 When I looked inside I saw animals, wild beasts, reptiles, and birds.
εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7 Then I heard a voice that told me, ‘Get up, Peter, kill and eat.’
Ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ‘Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.’
8 But I replied, ‘Absolutely not, Lord! Nothing impure or unclean has ever entered my mouth!’
Εἶπον δέ, ‘Μηδαμῶς, ˚Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.’
9 The voice from heaven spoke again, and said, ‘Don't you call unclean what God has made clean!’
Ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ‘Ἃ ὁ ˚Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.’
10 This happened three times, and then it was all taken back into heaven.
Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
11 At that very moment three men were standing in front of the house where we were staying. They had been sent from Caesarea to see me.
Καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12 The Spirit told me to go with them, and not to worry about who they were. These six brothers here also went with me, and we went into the man's house.
Εἶπεν δὲ τὸ ˚Πνεῦμά μοι, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίναντα. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13 He explained to us how an angel had appeared to him in his house, who told him, ‘Send someone to Joppa, and fetch Simon, also called Peter,
Ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ, σταθέντα καὶ εἰπόντα, ‘Ἀπόστειλον εἰς Ἰόππην, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
14 who will tell you what you need to hear so you can be saved—you and your whole household.’
ὃς λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.’
15 When I started speaking, the Holy Spirit fell on them, just as happened to us in the beginning.
Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπʼ αὐτοὺς, ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.
16 Then I remembered what the Lord said, ‘John baptized with water, but you will be baptized with the Holy Spirit.’
Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ ˚Κυρίου, ὡς ἔλεγεν, ‘Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν ˚Πνεύματι Ἁγίῳ.’
17 Since God gave them the same gift as he gave us when we trusted in the Lord Jesus Christ, what power did I have to oppose God?”
Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ ˚Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν ˚Κύριον ˚Ἰησοῦν ˚Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν ˚Θεόν;”
18 After they had heard this explanation, they didn't argue with him anymore, and praised God, saying, “Now God has granted the opportunity to repent and have eternal life to foreigners as well.”
Ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν καὶ ἐδόξασαν τὸν ˚Θεὸν λέγοντες, “Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ ˚Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.”
19 Now those who had been scattered by the persecution that happened when Stephen was killed, traveled all the way to Phoenicia, Cyprus, and Antioch. They only spread the good news among the Jews.
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης, καὶ Κύπρου, καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20 But when some of them who were from Cyprus and Cyrene arrived in Antioch, they shared the good news with the Greeks too, telling them about the Lord Jesus.
Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες, Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν ˚Κύριον ˚Ἰησοῦν.
21 The power of the Lord was with them and a large number trusted in the Lord and turned to him.
Καὶ ἦν χεὶρ ˚Κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας, ἐπέστρεψεν ἐπὶ τὸν ˚Κύριον.
22 News about what had happened reached the church in Jerusalem, and they sent Barnabas to Antioch.
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας·
23 When he arrived and saw for himself how God's grace was working, he was delighted. He encouraged all of them to completely dedicate themselves to God and to stay true.
ὃς παραγενόμενος, καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ ˚Θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ ˚Κυρίῳ,
24 Barnabas was a good man, full of the Holy Spirit, and put his whole trust in God. Many people were brought to the Lord.
ὅτι ἦν ἀνὴρ ἀγαθὸς, καὶ πλήρης ˚Πνεύματος Ἁγίου καὶ πίστεως. Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ ˚Κυρίῳ.
25 Then Barnabas went on to Tarsus to look for Saul,
Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
26 and when he found him, he took Saul back with him to Antioch. Over the course of the next year they worked together with the church, teaching the message to crowds of people. It was in Antioch that the believers were first called “Christians.”
καὶ εὑρὼν, ἤγαγεν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς, Χριστιανούς.
27 It was during this time that some prophets went from Jerusalem to Antioch.
Ἐν ταύταις δὲ ταῖς ἡμέραις, κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
28 One of them called Agabus stood up and gave a prophetic warning by the Spirit that there would be a terrible famine that would affect the known world. (This came true in the reign of Emperor Claudius.)
Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος, ἐσήμανεν διὰ τοῦ ˚Πνεύματος, λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
29 The believers decided to send funds to help the brothers that lived in Judea, with everyone giving according to what they had.
Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30 So they did this and sent the money with Barnabas and Saul to the church leaders there.
ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.